Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 183 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
183.p85
183.p85
οὐδʼ ὑπερήφανον· ἐγὼ δʼ οὖν καὶ τοῦτο συγχωρῶ κἄν τις ἀμείνω τινὰ πρᾶξιν, ἢ λόγους βελτίους, ἢ προαίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν παρʼ ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν. εἰ δὲ μήθʼ ὧν ἐπολιτεύσατο μηδὲν ἔστι καταιτιάσασθαι μήθʼ ὧν ἄν τις φήσαι χρῆναι πεποιηκέναι μηδὲν ἔστʼ εἰπεῖν ὡς οὐκ ἐποίησεν, ἐπαινοῦσι μᾶλλον ἐκεῖνον ἡμῖν αὐτοῖς συνηδώμεθα ἢ ζητοῦσιν ὅπως εἴποιμεν κακῶς. οὑτωσὶ δὲ σκοπῶμεν, ἐπαναγαγόντες ἡμᾶς αὐτοὺς ἐπʼ αὐτὰ τὰ πράγματα. ἦσαν τῶν Ἑλλήνων μερίδες τρεῖς, ἡ μὲν ἔξω πραγμάτων, ὥσπερ Ἀργεῖοι καὶ Κερκυραῖοι καὶ Σικελιῶται καὶ Ἰταλιῶται μικροῦ πάντες, καὶ Κρῆτες δὴ καὶ ἕτεροι λέγονται· οἱ δὲ καὶ συνεπεστράτευον μετὰ τῶν βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, ὥσπερ οἱ Θετταλοὶ καὶ πάντες οἱ μέχρι τῆς Ἀττικῆς, πλὴν Θεσπιέων καὶ Πλαταιέων ὁπόσων δή τινων ὄντων· τρίτον δʼ ἦν λοιπὸν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ ὅσοι παρὰ τούτους κατέφυγον. ἀλλὰ μήπω τοῦτο ὅτι Ἀθηναῖοι, μηδʼ ὅτι καὶ τοὺς ἄλλους οὗτοι παρεσκεύασαν. ἀλλὰ διῄρητο μὲν εἰς τοσαῦτα μέρη τὸ Ἑλληνικὸν πᾶν καὶ προὔκειτο τριῶν τούτων αἵρεσις ἐν μέσῳ πᾶσιν, ἔδει δὲ καὶ πόλιν καὶ ἰδιώτην πρὸς ταῦτα βουλεύεσθαι, τὸ διάφορον δʼ οὐ μικρὸν ἦν, ἢ τῷ βαρβάρῳ προσθεμένους ἀκολουθεῖν ἐπὶ τοὺς ἀντιτείνοντας, ἢ τὴν ἡσυχίαν ἄγειν αὐτοῖς ἐξεῖναι δεηθέντας, μὴ τί τοῖς ἄλλοις συμβήσεται ζητεῖν, ἀλλʼ εἰ μηδὲν αὐτοὶ πείσονται κέρδος ἡγεῖσθαι· ἢ τρίτον γʼ ἤδη κατελείπετο, φάσκοντας τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντίζειν, καὶ πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι πράγμασιν ἀνταγωνίζεσθαι, καὶ μήτʼ ἀκούοντας ἀκούειν τὰ δεινὰ μήθʼ ὁρῶντας ὁρᾶν, ἀλλὰ πάντων ὡσπερεὶ φλυαρίαν καταγνόντας παρʼ αὐτὸν τὸν θάνατον ἐσκηνῶσθαι, ἔσχατα τοῦ βίου ταῦτʼ εἶναι προκρίναντας ἑαυτοῖς μᾶλλον ἢ παρʼ ἀξίαν τι συγχωρῆσαι. εἶεν. τί δὴ προσῆκεν ἑλέσθαι τότε τοὺς Ἀθηναίους, ἢ τί τὸν σύμβουλον παραινεῖν αὐτοῖς; ἐνταῦθά μοι σκέψαι τὰ τοῦ Θεμιστοκλέους δόγματα

Intertext edge

Open linked passage

Note