Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
184.p86
184.p86
ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη, οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλʼ ἐπʼ αὐτοῦ τοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος εἶναι τὴν Ἑλλάδα ἢ μή. αὕτη πρώτη Θεμιστοκλέους ἐξέτασις καὶ κρίσις.
184.p87
184.p87
ἐντεῦθεν ὅρα τὸν ἄνδρα ἀπὸ γραμμῆς ἀρξάμενος· καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει. τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ· ἔδει τῶν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένων Ἀθηναίους εἶναι, ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν· ἔδει τῶν ἀγωνιζομένων εἶναι. τί οὖν; συνεβούλευε ταῦτα Θεμιστοκλῆς, ἢ διεκώλυεν; οὒκ, ἀλλʼ ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων. οὐκοῦν ταῦτα ἔδει πράττειν καὶ ταῦτα συμβουλεύειν; ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβούλευε δὲ Θεμιστοκλῆς. μέχρι μὲν δὴ τούτων τὰ μέγιστα συνεβούλευε καὶ οὐδὲν ἔχει Πλάτων αἰτιάσασθαι, οὐ μὲν οὖν, εἰ μὴ λαμπρῶς ἐπαινοίη, ὅπως οὐκ ἂν αἰσχύνοιτο οὐκ ἂν ἔχειν μοι δοκεῖ. οὐ γὰρ μόνους τοὺς Ἀθηναίους ἐπὶ ταῦτʼ ἀγαγὼν καὶ τάξας ἐνταυθοῖ γνώμης φαίνεται, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσον μετέσχον τῶν πραγμάτων, εἷς ἀνὴρ οὗτος μάλιστα ἐπιρρώσας καὶ παροξύνας, καὶ τοὺς μὲν ἑκόντας, τοὺς δὲ ἄκοντας αὐτῶν πείσας γενέσθαι χρηστοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς· ὅς γε καὶ τοῖς κήρυξι τοῖς παρὰ τοῦ βασιλέως ἐλθοῦσι περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις, ὥσθʼ ἅπασι τοῖς Ἕλλησιν ὑπάρχειν μαθεῖν ὁποῖʼ ἄττα ἀποκρίνασθαι χρὴ τοῖς ἐπὶ ταῦθʼ ἥκουσι τῶν βαρβάρων. καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἐλευθερίας, ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε, κατηγορῶν ὅτι τὴν φωνὴν ὥσπερ ἄλλο τι τῷ Πέρσῃ κατὰ τῶν Ἑλλήνων ἔχρησε. καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν ὅ τί ἐστι τὰ λεγόμενα, μαθόντας δὲ βουλεύσασθαι; οὐ γὰρ