Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 186 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
186.p90
186.p90
ὅτι θεοὶ μὲν πρῶτον, ἔπειθʼ, ὅσον εἰς ἀνθρώπους ἧκε, μία μὲν πόλις ἡ τῶν Ἀθηναίων, γνώμη δὲ ἑνὸς ἀνδρὸς ἡ Θεμιστοκλέους. ὁρῶν γὰρ ὡς εἰ μή τις τῷ ναυτικῷ κρατήσει τῶν βαρβάρων, οἰχήσεται κατὰ πόλεις ἡ Ἑλλὰς, προσβαλλόντων ἐν μέρει πᾶσι καὶ πορθούντων, καὶ πρὸς τούτῳ κἀκεῖνο εἰδὼς ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας καὶ πολὺ πλείοσιν ἢ κατὰ θάλατταν μαχοῦνται καὶ ἀπορωτέροις προσφέρεσθαι, εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος· ἔπειτα οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται. καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς πολλοῖς τί ποτʼ εἴη τὸ ξύλινον τεῖχος τοῦτο. ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχεσθαι παρῄνουν, οὕτω παρελήρουν, πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν. χρησμολόγοι δὲ πάντʼ ᾖδον, πλὴν ἓν τῶν πάντων οὐκ ᾖδον, ὡς δεῖ ναυμαχεῖν. ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν Σαλαμῖνα παντὸς μᾶλλον—οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικελίαν πλοῦν ἐπέσπευδον· τοὺς γὰρ αὐτοὺς ταυτὸν ἔθνος λέγω, πλήν γε δὴ οἱ μὲν Ἀλκιβιάδῃ συναγορεύοντες, οἱ ὕστερον, οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ—τό τε σύμπαν ἠξίουν ἄλλο τι ζητεῖν, καὶ φυγόντας ἔξω τῆς Ἑλλάδος ἄλλην χώραν οἰκίζειν. τέλος δʼ ἔδοξεν Ἀθηναίοις τοὺς μὲν δὴ χρησμῳδοὺς χαίρειν ἐᾶν, Θεμιστοκλεῖ δὲ μᾶλλον πιστεῦσαι, ξύλινον μὲν εἶναι τεῖχος τὰς τριήρεις ἐξηγουμένῳ, ἀποκεῖσθαι δέ τι χρηστὸν ἐν τῇ Σαλαμῖνι,

Intertext edge

Open linked passage

Note