Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
188.p92
188.p92
Ἀρτεμίσιον πλεύσας δυοῖν ναυμαχίαιν δύο ἵστησι τρόπαια, οὔτε λόγους ἀσχήμονας εἰπὼν οἶμαι πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων ἢ τῶν Ἑλλήνων οὔτʼ ἔργα φαῦλα ἀποδειξάμενος, ἀλλʼ, ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλόμενος. ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, οὗ θαυμαστότερον οὐδʼ ἐλευθεριώτερον οὐδείς πω μέμνηται γραφέν.
188.p93
188.p93
ἔοικα δʼ ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ· βέλτιον οὖν ἴσως ἐπανελθεῖν. οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ καὶ ὑπὲρ τῆς Ἑλλάδος πάσης ἔφυ καὶ οὐδὲν βέλτιον ἑώρα πλέον τοῦ κοινῇ συμφέροντος, ὥστʼ ἐπειδὴ συνελέγησαν εἰς ταυτὸν οἱ Ἕλληνες, ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας, ὡρμημένων δὲ τῶν Ἑλλήνων μᾶλλον πρὸς τοὺς Λακεδαιμονίους κἀκείνους ἐθελόντων προΐστασθαι, συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος ὡς, εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντʼ ἀπολεῖται κακῶς, καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρʼ ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων αὐτὴν ἀνακτήσεσθαι. καὶ οὐκ ἐψεύσατο, σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλʼ οὐκ αὐτὴν ἔπεισε παρεῖναι, ἐπεὶ τό γʼ ἀληθὲς εἰπεῖν αὑτοῖς μὲν τὴν ἡγεμονίαν, ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιεγένετο αὐτοῖς ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τὸ τῶν μὲν πολεμίων ἀνδρείᾳ, τῶν δὲ συμμάχων πρᾳότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. καὶ εἰ φῂς, ὦ Πλάτων, ὅτι οὐ τριήρων οὐδὲ νεωρίων αἱ πόλεις δέονται, ἀλλʼ εὐβουλίας καὶ