Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
189.p94
189.p94
σωφροσύνης, ὁ Θεμιστοκλῆς οὐ μόνον τὰς τριήρεις τοῖς Ἀθηναίοις ἐξεῦρεν οὐδʼ, ὃ τούτου μεῖζόν ἐστιν, ὑπὲρ τῶν κοινῶν δικαίων καὶ εἰς τὸ δέον πᾶσι τοῖς Ἕλλησιν ἐχρήσατο αὐταῖς, ἀλλὰ καὶ τὴν ὁμόνοιαν τὴν ἀγαθὴν αὐτὸς ταῖς πόλεσι προσεισηνέγκατο καὶ κατέπραξεν, ὃ τῶν νεῶν αὐτῶν οὐχ ἧττον ἔσωσε τὴν Ἑλλάδα· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι. καὶ ὃ μικρῷ πρόσθεν ἔφην, ἐνταῦθα καλῶς ἀναφαίνεται, ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἁνὴρ τὴν μουσικήν. ὁ μὲν γὰρ ἐφʼ ἑαυτῶν τοὺς Λακεδαιμονίους ὁμονοεῖν ἐποίησεν, ὁ δʼ Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταυτὸν ἔπεισε φρονῆσαι, μᾶλλον δʼ ἅπαντας τοὺς Ἕλληνας μιᾶς γενέσθαι γνώμης· οὕτως εὖ καὶ καλῶς τὴν Ἑλλάδα ἡρμόσατο, καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας καὶ ἐκείνους ἔπεισε τῆς ἡγεμονίας, οὕτω πολὺ νικῶντας καὶ μόνους ὄντας εἰς ἐλπίδα τοῖς πράγμασι. καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδʼ ὑπεχώρησεν οὔτε πόλει οὔτʼ ἀνθρώπων οὐδενὶ, ἀλλʼ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλʼ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δʼ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς. ἐκπλαγέντος γὰρ τοῦ Εὐρυβιάδου πρὸς τὸ πλῆθος τῶν τριήρων τῶν βαρβαρικῶν, ὧν τὰς μὲν ἑώρα καταντικρὺ προσφερομένας, τὰς δʼ ἤκουε περιπλεῖν, καὶ διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπʼ ἐλπίδι βελτίονι, ἀλλʼ ὅπερ ἐν τοῖς τοιούτοις συμβαίνει τὸ παρὸν διακρούσασθαι κέρδος ἡγεῖσθαι, τοιοῦτον πάθος