Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
190.p95
190.p95
παθόντος καὶ πρὸς τὴν Πελοπόννησον βλέποντος, αὐτὸς ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς χεῖρα ὑπερέσχε καὶ διεκώλυσε διαφθαρῆναι τὰ πράγματα ἀπʼ αἰσχρᾶς οὕτω τῆς ἀρχῆς ἀρξάμενα· καὶ τὸν Εὐρυβιάδην ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο, οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινὸς εἶναι, ἀλλʼ ἐκείνῳ μᾶλλον ὡς διακόνῳ χρησάμενος· καὶ τήν τε Εὔβοιαν περιεποίησε καὶ τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε μὴ παντελῶς ἄπορα εἶναι, παρασχὼν πειραθεῖσι πιστεῦσαι. ἀγγελθέντος δὲ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανερᾶς γεγονυίας, ὅτι πάντα ἐν ταῖς ναυσὶν ἄρʼ ἦν—οἵ τε γὰρ εἰς τὴν Θετταλίαν εἰσελθόντες ὡς τὰ Τέμπη φυλάξοντες προδοθέντες ὑφʼ ὅτων δή ποτε ἀνεχώρησαν, οἵ τε εἰς Πύλας ἀπαντήσαντες κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων· καὶ οὐ τοσοῦτόν γʼ ἔστι μόνον εἰπεῖν περὶ αὐτῶν, ἀλλʼ ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι ταῦτα γνόντες ἐξ ἀρχῆς ὥσπερ ἀφοσιούμενοι πρὸς τοὺς Ἕλληνας ἀποστεῖλαι τοσούτους ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες, ὡς τοῦ γε ἀποτυχεῖν ὑπάρχοντος—οὕτω δὴ τούτων κεχωρηκότων καὶ τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς τὸ εἴσω τῆς Ἑλλάδος, καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδα