Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 191 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
191.p96
191.p96
ποιουμένων, τὰ δʼ ἄλλα παρεικότων, ἔσχατος μὲν ἀνεχώρει μετὰ ἐσχάτων Ἀθηναίων, οὐ τὴν αὐτὴν τάξιν φυλάττων ἥνπερ ὅτε ἐκπλεῖν ἔδει· τότε μὲν γὰρ πρῶτος ἦν ἐν πρώτοις. εἰ δʼ αὖ βούλει κἀνταῦθα τὸ τῆς ὁδοῦ πάρεργον, ὃ πρὸς τοὺς Ἴωνας ἐπολιτεύσατο, οὐκ ἀπὸ τοῦ βήματος, οὐδʼ ὁρώμενος αὐτοῖς, ἀλλʼ ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων, οἷς ἤλπιζεν αὐτοὺς προσμίξειν, ποῖος Μίνως Ὁμηρικὸς ταῦτα μέμψαιτʼ ἂν, ἢ τίς Αἰακὸς ἄρας τὰς χεῖρας ὑπὲρ τῶν Ἑλλήνων τῷ Διί; ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο ὡς αἱ τριήρεις τὸ πᾶν ἔφερον, τὰ δʼ ἄλλα μάταιον καὶ προσδοκᾶν ἦν. ἀναχωρησάντων γὰρ ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων Ἀθηναῖοι μὲν καὶ οὕτως αὐτοί τε παρεσκευάζοντο καὶ τοὺς ἄλλους ἐκέλευον ἀπαντᾶν εἰς τὴν Βοιωτίαν καὶ προκινδυνεύειν τῆς λοιπῆς Ἑλλάδος· οἱ δʼ εἰς τοῦτο κατέστησαν τῆς ἀπορίας, οὐ γὰρ ἄξιον λέγειν προδοσίαν, ὥστʼ ἐξιέναι μὲν οὐκ ἐθάρρουν, διαλαβόντες δὲ τὸν Ἰσθμὸν ἐτείχιζον, ἐκ θαλάττης εἰς θάλατταν, παραπλήσιον δρῶντες ὥσπερ ἂν εἰ συγκαλυψάμενοι σφᾶς αὐτοὺς παρεδίδοσαν. ὅπου γὰρ ἐξῆν τοῖς βαρβάροις περιπλεύσασι κατὰ πόλεις ἑλεῖν αὐτοὺς, τί πλέον τοῦ τείχους ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη καὶ πάσης κρεῖττον μηχανῆς; οὐκοῦν τῶν μὲν Ἀθηναίων μονωθέντων, τῶν δʼ Ἑλλήνων ἀνόνητα πονούντων, λοιπὸν ἦν ἅπαντα ἔχεσθαι σιωπῇ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ἃ Θεμιστοκλῆς πόρρωθεν προορώμενος οὐκ ἐξεπλάγη τότε, ἀλλʼ εἰσχεομένων ἀμφοτέρωθεν ἤδη τῶν βαρβάρων, καὶ τῶν τε νεῶν κοινῷ

Intertext edge

Open linked passage

Note