Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
192.p97
192.p97
στόλῳ προσαγουσῶν καὶ τοῦ πεζοῦ κατὰ τὴν Βοιωτίαν εἰσβαλόντος, καὶ τοῦ πυρὸς πάντα ἐπιφλέγοντος καὶ δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασιλέα, γράφει τὸ ψήφισμα τοῦτο, τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ, Ἀθηνῶν μεδεούσῃ παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέσθαι, τοὺς δὲ πρεσβύτας εἰς Σαλαμῖνα, τοὺς δʼ ἄλλους ἐμβάντας εἰς τὰς τριήρεις ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι. ὦ μεγάλης μὲν τῆς ἐπινοίας καὶ ὑπερφυοῦς, θαυμαστῆς δὲ τῆς ῥώμης, ὅστις ταῦτα πρῶτος πείσειν ἤλπισε καὶ οὐκ ἀπέγνω πρᾶγμα τοσοῦτον· θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρετῆς τε καὶ παιδείας, ἣν ἐπεπαίδευντο ὑπʼ ἐκείνῳ πάντα ἀνέχεσθαι καὶ καρτερεῖν, ὅσʼ ἂν διδῷ μὲν ὁ δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς. τοῦτο τὸ ψήφισμα τῶν ὑφʼ ἡλίῳ μαρτύριον κάλλιστον καὶ λαμπρότατον καὶ τελεώτατον εἰς ἀρετῆς λόγον, πάντων ἀπόδειξιν τῶν ἀρίστων ἑξῆς ἔχον, τοῦ θαρρεῖν τοῖς θεοῖς, τοῦ φρονεῖν ἐφʼ ἑαυτοῖς, τοῦ παθεῖν ὁτιοῦν ἐθέλειν, πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν, ἔτι πρὸς τούτοις τοῦ φυλάττειν τὰ δόξαντα ἐξ ἀρχῆς, τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις, μηδʼ ἂν ἀνομοίων ἔργα δοκῶσι προῃρῆσθαι. τοῦτο τὸ ψήφισμα οὐ κόλαξ ἐμοὶ δοκεῖν ἄνθρωπος οὐδὲ κάτω βλέπων, οὐδʼ ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώττης ἐφθέγξατο. ἦ πού σοι Μίθαικος ὁ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς, ἢ Σάραμβος ὁ κάπηλος—νῦν γὰρ ἀνεμνήσθην τοὔνομα—