Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 196 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
196.p102
196.p102
τις ὑμῶν τῶν ἀκινδύνως φιλοσοφούντων τοσαύτην πίστιν δεδωκὼς ἀρετῆς, ἢ διὰ τοσούτων ἐλέγχων ἀφιγμένος εἰπεῖν ἔχει; ἡγοῦμαι δὲ καὶ πρὸς ἀμφοτέρους καὶ παρʼ ἀμφοτέρους ἂν εἶναι Θεμιστοκλέα, τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα. πρῶτός τε γὰρ φαίνεται νικήσας τοὺς βαρβάρους κατὰ θάλατταν, ὥσπερ Μιλτιάδης κατʼ ἤπειρον. ὥστʼ εἰκότως ἂν ἄρξαι ταύτῃ τῆς ἐλευθερίας δοκοίη καὶ τοῖς ὑπάρχουσιν αὖ προσθεὶς φαίνεται. τῇ γὰρ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκε, καὶ τρία ἀνθʼ ἑνὸς ἔστησε τρόπαια, ὥσπερ Κίμων ἐπεξῆλθε τὰ δεύτερα. καὶ μὴν οὔτʼ ἐπὶ τῆς αὐτῆς ἀδείας ἐφʼ ἧσπερ Κίμων ὄντας ἤδη τοὺς Ἕλληνας παρέλαβεν οὔτʼ ἐπὶ τῶν ἴσων φόβων ὥσπερ Μιλτιάδης, ἀλλʼ ἔσχατα ἐσχάτων πράττοντας, καὶ πρῶτα καὶ τελευταῖα κινδυνεύοντας, συνελόντι δὲ εἰπεῖν, βασιλέα γʼ αὐτὸν πανοικησίᾳ καὶ πρῶτος νικήσας καὶ μόνος, οὐχ ὥσπερ τοὺς ὑπάρχους Μιλτιάδης πρῶτον Μαραθῶνι καὶ Παυσανίας ὕστερον Πλαταιᾶσι. μάχης παράδειγμά τις ἂν λέγοι τὴν Μαραθῶνι καὶ τῷ χρόνῳ πρεσβεύοι, τὰς δὲ Θεμιστοκλέους πράξεις αὐτὰς ἐφʼ αὑτῶν λογίζοιτο, ὡς τοῖς μὲν χρόνοις ὕστερον πραχθείσας τῆς μάχης τῆς Μαραθῶνι, τὴν δʼ ἀρχὴν οἴκοθεν ἐσχηκυίας ἀπὸ τῆς ἐκείνου συνέσεως καὶ πολιτείας. οὐδὲν γὰρ πρότερον παραπλήσιον τοῖς Ἕλλησι μὴ ὅτι ἐπέπρακτο, ἀλλʼ οὐδὲ ἤλπιστο. οὕτω καὶ τὸν Μιλτιάδην καὶ τὸν Παυσανίαν καὶ τὸν Κίμωνα παρέρχεται· καὶ γίγνεται τριῶν ἀντάξιος, οὐκ ἀρτοποιοῦ καὶ μαγείρου καὶ καπήλου, ἀλλʼ ἀνδρῶν γενομένων τι τοῖς

Intertext edge

Open linked passage

Note