Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 197 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
197.p103
197.p103
Ἕλλησι. μόνος δέ τοι καὶ τὸ πεζὸν καὶ τὸ ναυτικὸν ὀρθῷ λόγῳ νενικηκὼς φαίνεται. οὔτε γὰρ αἱ νῆες ἀντέσχον καὶ βασιλεὺς ἅμα τοῖς πλείστοις φεύγων ᾤχετο. καὶ ὅσῳπερ ἄν τις σεμνύνῃ τὴν ἐν Πλαταιαῖς ὕστερον νίκην, τοσούτῳ μειζόνως τὴν ἐκείνου τοῦ ἀνδρὸς σύνεσίν τε καὶ πρόνοιαν κοσμεῖ. εἰ γὰρ πολλοστημόριον τῆς κατὰ γῆν δυνάμεως ὑπολειφθὲν παρέσχεν ὅμως θόρυβον τοῖς Ἕλλησι, καὶ ταῦτʼ ἤδη παραδειγμάτων αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἑστηκότων, ὅσῳ κρείττοσιν εἶναι προσήκει τῶν βαρβάρων, καὶ προσέτι ὑπάρχου βασιλέως, ἀλλʼ οὐκ αὐτοῦ βασιλέως ἐμμείναντος, ἦ που τὸν πυρφόρον οὐδʼ ἂν εἷς ἔγνω πρὸς ἅπαντας μὲν ἀγωνιζόμενον, ἀλλʼ οὐ μέρος, βασιλέως δʼ ἐφεστῶτος τοῖς πράγμασιν, οὐδενὸς δὲ ὥς γʼ ἐν τοῖς παροῦσιν ὅτῳ θαρρήσουσιν ὑπάρχοντος, κακῶν δʼ ἀπαθοῦς καὶ μετʼ ἐλπίδων ἀκραιφνῶν ἐπιόντος τοῦ στρατοῦ, καὶ τῷ περὶ τὰς Πύλας ἔργῳ προεπηρμένου, καὶ μόνον οὐκ ἐν τοῖς ὀφθαλμοῖς ἔχοντος ὅτι καὶ τούτους πάντας αὐτίκα δὴ κεῖσθαι δεήσει. ἀλλὰ ταῦτα πάντα ἡ Θεμιστοκλέους, ὥς φησι Πλάτων, διακονία καὶ κολακεία, ὡς δʼ ἡ κοινὴ ψῆφος τῶν Ἑλλήνων, σοφία καὶ πρόνοια διεκώλυσε καὶ τάξιν πᾶσι τοῖς ἔργοις ἐπέθηκεν. ὥστʼ οὐ μόνον ἐξ ὧν αὐτὸς ἡγούμενος κατώρθωσεν, ἀλλὰ καὶ ἐξ ὧν τοῖς ὕστερον αἴτιος τοῦ κατορθῶσαι τὰ ἐφʼ αὑτοὺς ἥκοντα ἐγένετο, οἷον τῷ Παυσανίᾳ, τῷ Κίμωνι, τοῖς ἄλλοις, δικαίως ἂν τῆς παρὰ πάντων εὐφημίας τυγχάνοι. ἢ

Intertext edge

Open linked passage

Note