Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
198.p104
198.p104
κομιδῆ γʼ ἂν, ὦ Πλάτων, ἀδικοῖμεν, εἰ τὸν ἔργων φιλανθρώπων οὕτως εἰς τοὺς Ἕλληνας ὑπάρξαντα μηδὲ ῥήματος τῶν ἐπιεικῶν τολμήσομεν ἀξιῶσαι.
198.p105
198.p105
ἐμοὶ μὲν οὖν οὐδὲν φαυλότερος οὐδʼ ἀτιμότερος δοκεῖ Θεμιστοκλῆς γενέσθαι στρατηγῶν Ἀθηναίων ἢ Σωκράτης συστρατευόμενος ἐπὶ Δηλίῳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐν Ποτιδαίᾳ. καίτοι σύ γʼ ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ θαρρούντως ἀπῄει, καὶ καταφανὴς ὢν ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ καλῶς ἀμυνεῖται. οὔκουν δεινὸν ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες, ἐξάγομαι γὰρ εἰπεῖν, Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δὲ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἅπασα ἀπέλαυσεν ἡ Ἑλλὰς, ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρείας ἔστʼ ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν; ὃς καὶ ὅτʼ ἀπʼ Εὐβοίας ἀνεχώρει νενικηκὼς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν. εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἄξιον ἡ σωτηρία. τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς, οἳ καὶ καθʼ ἕνα ἡμᾶς σώζουσι, καὶ τότʼ ἐκεῖνα κατεργάσασθαι τοῖς Ἕλλησι παρέσχον—; ἀλλʼ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον, ὑπονοεῖν δʼ ἔστι τό γʼ ἐκ τοῦ λόγου συμβαῖνον. ἐγὼ δʼ ἐκεῖνον ἂν ᾤμην ἀμείνω καὶ δικαιότερον τὸν λόγον εἶναι, κἀκείνως λέγοντά τινʼ οὐκ ἂν ἁμαρτάνειν ὡς θεοὶ μὲν τῷ ὄντι σωτῆρες καὶ τὴν Ἑλλάδα οἱ τότε σώσαντές εἰσιν οὗτοι, διηκόνησαν δὲ Μιλτιάδης καὶ Θεμιστοκλῆς, ἥπερ μεγίστη καὶ καλλίστη