Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
200.p107
200.p107
προκινδυνεύοντες, ἔσωσαν δὲ οὐ μόνον τὰ σώματα καὶ τὰς ψυχὰς τῶν ἑαυτοὺς παρακαταθεμένων, ἀλλὰ καὶ πόλεις καὶ χώραν καὶ πολιτείαν καὶ ἔθη καὶ νόμους καὶ τὴν ἐπωνυμίαν αὐτὴν τοῦ γένους, ἀνδρείας δὲ καὶ δικαιοσύνης οὐδʼ ὁτιοῦν ἀπέλιπον, μείζω δὲ ἢ παρέλαβον παρέδοσαν τὴν Ἑλλάδα, τοῖς δὲ θεοῖς πρέποντα χαριστήρια τούτων ἀπήγαγον, διεγένοντο δʼ ὡς εἰπεῖν πανηγυρίζοντες καὶ ταῖς πράξεσι καὶ τοῖς πολιτεύμασι καὶ φανερὰν ἅπασι τὴν ἑαυτῶν ἀρετὴν, ἣν εἴς τε θεοὺς καὶ ἀνθρώπους εἶχον, κατέστησαν, τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι· καὶ τοὺς μὲν ἰατροὺς τῶν μαγείρων φάσκειν εἶναι βελτίους ὅτι σώζουσι, τοὺς δὲ τῆς σωτηρίας τῶν Ἑλλήνων προστάντας μὴ τοῖς ἰατροῖς ἀπεικάζειν, ἀλλὰ τοῖς ὀψοποιοῖς. καὶ μὴν εἰ μηδὲν βελτίους ἐποίουν, ἔσωζον δὲ, ἰατρῶν ἓν τοῦτό γʼ ἐποίουν, οὐκ ὀψοποιῶν. ὥστε τῶν ἰατρῶν οὐδὲν ἦσαν χείρους. πῶς οὖν οὐδενὸς ἦσαν ἄξιοι τοῖς Ἕλλησιν; οὐκ ἂν ταῦτα συγχωρήσειε Πλάτων αὐτὸς αὑτῷ. ἑτέρωθι γοῦν, οὗ μηδεμία ἐστὶ φιλονεικία, λέγει ταυτί· λέγει δὲ ὑπὲρ Σικελιωτῶν ἀνδρῶν, ἀρχήν τινα πράττων αὐτοῖς βασιλικὴν, ὡς ἂν δὴ Δίων αὐτὸς ὢν ὧν οἱ πρόγονοι φησὶ τό γε μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετο ἂν οὐδαμῆ οὐδαμῶς.