Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 201 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
201.p108
201.p108
οὐκοῦν ἐν τούτοις ἐπαινεῖ τοὺς τῆς σωτηρίας αἰτίους τοῖς Ἕλλησι καταστάντας, καὶ χάριτάς γέ φησι δεῖν ἐκτίνειν αὐτοῖς, καὶ ταύτας οὐ φαύλας, ἀλλʼ οἵας οὐδʼ ἂν αὐτὸς ἄν τις ῥᾳδίως αἰτήσειε, καὶ πρὸς τὸν δυσχεραίνοντά φησιν ὅτι τὸ μέγιστον ἔσωσαν οἱ πρόγονοι ἀπὸ βαρβάρων τοὺς Ἕλληνας. οὐκοῦν ἢ ʼκεῖνʼ ἀπαλείφειν προσῆκεν, ἢ ταῦθʼ ὑπʼ ἐκείνων ἐξελήλεγκται. οὐ γὰρ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς τοῖς μὲν τοὺς ἐν Σικελίᾳ σεσωκόσι τῶν Ἑλλήνων χάριτας καὶ δωρεὰς εἰκὸς ὑπάρχειν, τοῖς δʼ ἅπασαν μὲν τὴν ἀρχαίαν Ἑλλάδα, καὶ τῆς δʼ αὐτῆς ὁδοῦ τῆς πολιτείας καὶ Σικελίαν καὶ Ἰταλίαν καὶ τοὺς ὅπου δὴ γῆς καὶ θαλάττης Ἕλληνας, τούτοις οὐδὲ λόγου δεῖ μετεῖναι φιλανθρώπου, οὐδʼ ὡς χρηστοί γʼ ἦσαν ἀκούειν ὑπάρχειν. καὶ μὴν αὐτός γε σὺ φῂς οὐ τῶν ἐν Κυρήνῃ μᾶλλον ἢ τῶν Ἀθήνησι κήδεσθαι. εἶτα σὺ τοῖς ἐκγόνοις αὐτῶν ἐφεὶς λέγειν περὶ δωρεῶν, αὐτοὺς κακῶς λέγειν ἠξίωσας, καὶ ἅμα μὲν τοὺς τυράννους ἐλέγχεις, ἅμα δὲ τοὺς τῆς ἐλευθερίας αἰτίους τοῖς Ἕλλησι ψέγεις. κἀνταῦθα ὁ κολοφὼν τοῦ λόγου, ὡς οὐδʼ ἡ ἐλευθερία πάνυ τι σεμνὸν, ἀλλὰ καὶ πολλοῖς ἄμεινον ἀκούειν ἑτέρων ἢ ἐλευθέροις εἶναι. καλῶς. ἆρʼ οὖν καὶ τότε τοῖς Ἀθηναίοις ἄμεινον ἦν ἀκοῦσαι; καὶ μὴν οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν ὧν ἔπραττον ἄξιοι τῆς ἐλευθερίας ὄντες ἐδείκνυσαν. ἔτι δʼ οὐ Διοσκούροις, οὐδὲ Θησεῖ τῷ Ποσειδῶνος, οὐδʼ Ἡρακλεῖ τῷ κοινῷ πάντων προστάτῃ, οὐδὲ τοῖς ἀρίστοις καὶ δικαιοτάτοις τῶν ἡμιθέων ὑπακοῦσαι κίνδυνος ἦν, ἀλλʼ ἀνθρώποις ὕβρεων καὶ κακῶν μεστοῖς, ὑφʼ ὧν ἀγαθὸν

Intertext edge

Open linked passage

Note