Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 203 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
203.p110
203.p110
καὶ μὴν ὅτι γε οὐκ ἄτιμον οὐδὲ τοῦ τυχόντος ἀνδρὸς ἐλευθερῶσαι πατρίδα, μὴ ὅτι γε τὴν Ἑλλάδα, αὐτὸς Πλάτων, εἰ δὲ βούλει Δίων, ὑπάρχει μάρτυς, ἐπεὶ καὶ ταῦτα τῆς ἐκείνου ῥήσεως ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ τῶν θεῶν βασιλέα στήσασθε πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός. ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. ἆρʼ ὀλίγου τινὸς ἢ φαύλου τίθησι Πλάτων ἐλευθέραν ποιῆσαι πόλιν, ἢ μέλλουσαν ἄλλων ἔσεσθαι κωλῦσαι; ὅτε τοίνυν καὶ βασιλείαν ἄξιον ἀντὶ τούτου διδόναι, καὶ ταῦτά γε τοῖς ἐκγόνοις, καὶ μικροῦ τῆς ἐλευθερίας αὐτοῖς παραχωρῆσαι, διότι αὐτῶν οἱ πρόγονοι τὴν ἐλευθερίαν ἐφύλαξαν, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας οὐ μόνον τοὺς πολίτας, ἀλλὰ καὶ σύμπαν τὸ τῶν Ἑλλήνων γένος ἕν τι τῶν δεινοτάτων, μηδʼ αὐτοῦ τοῦ δοκεῖν ἐλευθέρους εἶναι μετέχειν ἐᾶν, ἀλλʼ ἣν ἔργῳ τοῖς ἄλλοις διετήρησαν, ταύτης αὐτοὺς τὸ γιγνόμενον τῆς ἐλευθερίας ἀφαιρεῖσθαι. φέρε δὴ κἀκεῖνο σκεψώμεθα, ὅσῳ καὶ κατὰ τοῦτο Μιλτιάδης καὶ Θεμιστοκλῆς Δίωνος δικαιότεροι καὶ βελτίους τὰ πολιτικὰ καὶ τὸ ἴσον μᾶλλον φυλάττοντες, εἴ γε οἱ μὲν ἀντʼ ἐκείνων τῶν ἔργων οὐδὲν πλέον ᾔτησαν οὔθʼ αὑτοῖς οὔτε παισὶν, ἀλλʼ ἐξαρκεῖν ὑπελάμβανον εὖ πεποιηκέναι τοὺς Ἕλληνας, Δίων δὲ, ὡς σὺ φῂς, καὶ τοιούτων δωρεῶν προσεδεῖτο, ἐν αἷς ἦν ἀκούειν τῶν ἐξ ἐκείνου τοὺς ἄλλους, μὴ ἐφʼ ἑκάστου τῶν καιρῶν μηδʼ ἐπὶ τῶν πραγμάτων αὐτῶν, ὅτι βέλτιον τῶν ἄλλων φρονοῦσιν ἢ λέγουσι πειθομένους, ἀλλʼ εἰσάπαξ στησαμένους βασιλέας, κἂν εἴ τινες αὐτῶν βελτίους ἐνεῖεν. ἆρʼ οὐ πανταχόθεν σαυτὸν ᾕρηκας; ὅπου γε δὴ καὶ τῆς ἰσότητος καὶ τῆς γεωμετρίας ἐκεῖνοι μὲν οὑτωσὶ μνημονεύοντες φαίνονται, Δίων δʼ οὐχὶ, οὐδʼ οἱ Δίωνος παῖδες, καὶ ταῦτα

Intertext edge

Open linked passage

Note