Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 204 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
204.p111
204.p111
ὁμιλήσαντες τῷ δεινοτάτῳ γεωμετρίαν Πλάτωνι. τρίτον δὲ φησὶν ἡ ἐπιστολὴ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν ἑκόντα ἑκούσης τῆς πόλεως τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντʼ ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος. εἰ τοίνυν καὶ τῷ τοῦ τυράννου παιδὶ καὶ τῷ τοῦ τῶν πολεμίων ἄρχοντι στρατοπέδου καιρόν ἐστιν ἔχον διαλλάττεσθαι, ἐὰν βούληται βασιλεὺς ἀντὶ τυράννου γίγνεσθαι, ἐλεήσας πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, ἦ που τοῖς γε τῶν Ἑλλήνων εὐεργέταις καὶ διʼ οὓς ἱερὰ καὶ τάφοι καὶ πάντα ἐσώθη καὶ οὐκ ἐπίχαρτος ἡ Ἑλλὰς τοῖς βαρβάροις ἐγένετο, εἰκὸς ἦν σπείσασθαι, καὶ τήν γε βλασφημίαν αὐτοῖς ἀνεῖναι, εἰ καὶ μηδὲν εἶχεν ἔργῳ νεῖμαι πλέον. φέρε γὰρ πρὸς θεῶν εἰ ὅτε ἦν ἐκεῖνα τὰ πράγματα, ὁ Θεμιστοκλῆς καλούντων αὐτὸν τῶν Ἀθηναίων καὶ βοηθεῖν ὅ τι ἔχοι κελευόντων, ἄλλο μὲν οὐδὲν ᾔτησε, μήτε τυραννίδα μήτʼ ἔννομον βασιλείαν, τοσοῦτον δὲ μή τι διάκονός γε ὑπʼ αὐτῶν κληθῆναι, μηδὲ τοιοῦτον ὄνειδος λαβεῖν, ἐὰν καταστήσῃ τὰ πράγματα αὐτοῖς, εἰ παρὼν ἔτυχε Πλάτων, τί ἂν τοῖς Ἀθηναίοις συνεβούλευσεν ὁ τοῖς Συρακοσίοις ταῦτα συμβουλεύων; ἆρʼ οὐ μετρίαν νομίσαι τὴν πρόκλησιν τοῦ Θεμιστοκλέους καὶ δοῦναι τὴν χάριν; ἐμοὶ μὲν γὰρ κἂν προσηγγυῆσθαι δοκεῖ ταῦτα ὑπὲρ τῆς πατρίδος. οὐκοῦν ἄτοπον μελλόντων μὲν ἔσεσθαι τῶν ἔργων καὶ ὅπως πραχθείη καὶ μόνον ταῦθʼ ὑπὲρ πάντων ὑπισχνεῖσθαι, ὄντων δὲ καὶ πεπραγμένων καὶ τῆς ἀρετῆς τῆς ἐκείνου φανερᾶς ἅπασιν Ἕλλησι καὶ βαρβάροις γεγονυίας, ὅμως ὑβρίζειν ἐπιχειρεῖν, καὶ μήθʼ ἱερὰ μήτε τάφους αἰσχύνεσθαι μήτʼ ἐπιγράμματα, ἀλλὰ κακῶς λέγειν ὃν ἐπαινεῖν βουληθέντα τῆς ἀξίας ἔργον ἦν τυχεῖν; καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν ἐν τῷ

Intertext edge

Open linked passage

Note