Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
205.p112
205.p112
πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν τὴν αὑτοῦ δεικνύναι καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τῷ τειχίῳ· ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθηναίους εἰς τὰς τριήρεις, ἐν τούτοις μὲν οὐ τοῖς λόγοις, ἑτέρωθι δὲ, φάσκων αὐτοὺς ἐθισθῆναι φεύγειν ἐκ τούτου καὶ μὴ μάχεσθαι μένοντας. ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα, Θεμιστοκλῆς δὲ οὐδὲν ἄλλο ἢ φεύγειν ἠπίστατο. ἐγὼ δʼ εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι, ἢ καὶ σωθῆναι τὸ πρῶτον, τάχʼ ἄν τι τούτους ᾤμην εἶναι τοὺς λόγους· ὅτε δʼ ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν, ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον ἢ τίς ἡ θαυμαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι; ἀρχὴν δʼ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δʼ αἰσχρόν· ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήια καὶ τοὺς κωπέας τοῦ μηδενός· ὥσπερ ἂν εἴ τις τὴν θάλατταν ἐξαιροῖ τῶν ὄντων, ἢ μάτην γενέσθαι λέγοι καὶ διαγράφοι τὴν τοῦ Ποσειδῶνος ἀρχὴν δεύτερα τῶν πάντων ἔχουσαν, ὥς φησιν Ὅμηρος. τί οὖν οὐχὶ καὶ περὶ τοῦ σίτου κατηγορήσομεν αὐτῶν, ὅτι χρῶνται ἐπεισάκτῳ τῷ πλέονι καὶ προσδέονται θαλάττης, ἐξὸν τῇ χώρᾳ στέργειν ἣν γεωργοῦσιν, ὦ θειότατε ἀνδρῶν· τοῦτο μὲν ἔστʼ ἀπολωλέναι λιμῷ. καὶ μὴν εἴ γε ἡ τοῦ σίτου κομιδὴ κατὰ θάλατταν αὐτοῖς ἀναγκαῖον καὶ σωτήριον, τῆς αὐτῆς ἕνεκα σωτηρίας καὶ τότε τῇ θαλάττῃ προσεχρήσαντο καὶ προσῆν ἡ τοῦ καλοῦ μερὶς τῇ χρείᾳ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς τὸν μὲν σῖτον ἔδει κατὰ θάλατταν αὐτοῖς φοιτᾶν, τῆς δὲ σιτοπομπίας οὐ χρῆν προϊδεῖν ὅπως ἔσονται κύριοι. οὐκοῦν ἔδει τριήρων καὶ τοῦ ναυμαχεῖν ἐπίστασθαι.
205.p113
205.p113
πῶς οὖν ὁ ταῦτα συμβουλεύων περιειργάζετο, ἢ πῶς οὐχ ἡρμόττετο πρὸς τὴν φύσιν τῆς χώρας, ἵνα καὶ τοῦτο προσθῶμεν; ὅμοιον δʼ ἄν μοι δοκοῦμεν ποιεῖν εἰ ταῦτα κατηγοροῖμεν, ὥσπερ ἂν εἰ καὶ τῇ φύσει τῆς Ἀττικῆς