Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
206.p114
206.p114
μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν. τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν; ἀλλʼ ὅμως ἐῶ ταῦτα Πλάτωνος χάριν. ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο, ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν; καίτοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δή που τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο· ὧν τοὺς πλείους εἶναι χρὴ δοκεῖν τῶν Μαραθῶνι κινδυνευσάντων. εἰ δὲ διπλοῦν ἀνθʼ ἁπλοῦ τότε κίνδυνον μετέλαβον, τὸν μὲν πρὸς τοὺς πολεμίους, τὸν δὲ κατʼ αὐτὴν τὴν θάλατταν, οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι. ἀλλʼ ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσθήκας. ἔστω πᾶν ἁμάρτημα, εἴ τις ἄλλος πόρος ἦν τοῖς πράγμασι σωτηρίας. εἰ δʼ ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιὰ, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλʼ οἱ μὲν ἑκόντες προσετίθεντο, οἱ δὲ ἄκοντες ἤγοντο, οἱ δʼ ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ, μόνοι δʼ ἔξω κατελείποντο Ἀθηναῖοι, πρὸς δὲ τούτοις ἐκάλουν μὲν κἀνταῦθα τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμαχίᾳ, καὶ προκινδυνεῦσαι τῶν ὑπολοίπων ἐκέλευον μεθʼ ἑαυτῶν ἀπαντήσαντας εἰς τὴν Βοιωτίαν, ὑπήκουε δὲ οὐδεὶς, ἀλλʼ ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον, ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν; ἢ τί τὰ μηδαμῆ συμβαίνοντα κατηγοροῦμεν; ἐγὼ μὲν οὐ τοσαύτην αἰσχύνην ἔχειν ἡγοῦμαι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ὥσθʼ αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολωλέναι, ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας τῆς εἰς ἐκεῖνον τὸν χρόνον τοῦτο φήσαιμʼ ἂν ὡσπερεὶ κέρδος τοῖς τότε συμβῆναι, τὸ κατεργάσασθαι πρᾶγμα τοσοῦτον καὶ στῆσαι τρόπαιον κοινὸν ἁπάντων ἀνθρώπων ὡς εἰπεῖν καὶ κατὰ παντὸς τοῦ χρόνου. δοκοῦσι γὰρ ἔμοιγε οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικῆσαι τῇ τόθʼ ἡμέρᾳ, οὐδὲ τοὺς παρόντας τῶν Ἑλλήνων, ἀλλὰ καὶ