Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 207 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
207.p115
207.p115
πάντας ἀνθρώπους μεγέθει τόλμης καὶ νίκης σεμνότητι παρελθεῖν. εἰ γὰρ ἓν ἐξ ἁπάντων εἰπεῖν δεῖ τῶν εἰς μνήμην ἡκόντων, μέγιστον ἐκεῖνό τις ἂν τὸ ἔργον λέγοι δικαίως.
207.p116
207.p116
μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῆ γε ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλʼ ὅπου ποτʼ ἂν ὦσιν ἄνδρες αὑτοὺς σώζειν εἰδότες, ἐνταῦθα καὶ τείχη καὶ πόλεις. οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλιπεῖν τὴν πόλιν ἡγεῖτο, ἀλλὰ μετασκευάζειν ὥσπερ ἐν σκηνῇ πρὸς τὸ παρεστός· οὐδὲ γὰρ ἐν τοῖς δράμασιν οὐδένα τῶν ἀγωνιστῶν ἀπολλύναι τὴν ἑαυτοῦ φύσιν, ἐὰν πρὸς τὸ παρὸν μεταμπίσχηται· καὶ τότε τοῖς Ἀθηναίοις ἐπιβάλλειν θαλαττίων σχῆμα προσθέσθαι καὶ δεῖξαι τὴν πόλιν ἐν τούτῳ. διὰ ταῦτα τὴν μὲν χώραν καὶ τοὔδαφος τῆς πόλεως προεῖτο, τὴν δʼ ἀξίαν κάλλιστα ἀνθρώπων διεσώσατο, καὶ πρότερον τείχη καὶ ἑστίας καὶ νεὼς ἢ τὴν τοῦ φρονήματος τάξιν προὔλιπε καὶ ἃ πεπεικὼς αὑτὸν ἦν. ᾔδει γὰρ ὅτι, εἰ μὲν ἐκείνων ἀντέχοιτο καὶ περὶ αὐτὰ φιλοψυχοίη, ταχέως κἀκείνων στερήσεται καὶ τοὺς ἄνδρας αὐτοὺς προσαπολεῖ καὶ πάσας εἰσάπαξ τὰς ἐλπίδας ἐκβαλεῖ, εἰ δὲ τὰς ναῦς προβάλοιτο αὐτῶν καὶ τόν γε αὐτῆς τῆς κρίσεως χρόνον ἐκσταίη, καθάπερ τις ἀγωνιστὴς ἐπʼ ἄθλοις ἀποδημῶν ῥᾳδίως ἤλπιζεν, ὥσπερ τότε τὴν θάλατταν ἀντὶ τῆς γῆς ᾑρεῖτο, οὕτω πάλιν ἐκ τῆς θαλάττης εὑρήσειν καὶ τὴν χώραν καὶ τὴν πόλιν καὶ οὐδὲν χείροσι χρήσεσθαι. ταῦτα δὲ ἐνθυμηθεὶς τοὺς δρομέας ἐμιμήσατο τοὺς ἐκ πολλοῦ τοὺς πρόσθεν αἱροῦντας· καὶ παραχωρήσας οὐ μόνον τῆς Ἀττικῆς, ἀλλὰ καὶ τῆς γῆς ἁπάσης Ξέρξῃ καὶ προλαβεῖν ἐάσας, καὶ τῆς θαλάττης τοσοῦτον ἀπολαβὼν, ὅσον ταῖς ναυσὶν ἤρκει, περιέτρεψεν ἁπάσας αὐτῷ τὰς ἐλπίδας, καὶ

Intertext edge

Open linked passage

Note