Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 208 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
208.p117
208.p117
τὴν Ἑλλάδα ἐρρύσατο, οὐ ναύτας ἀνθʼ ὁπλιτῶν ἐθίζων Ἀθηναίους εἶναι, οὐδὲ φυγῆς ἐφόδιον τὰς τριήρεις αὐτοῖς ἐξευρὼν, οὐδʼ ἵνα τὸν πάντα χρόνον τὴν θάλατταν οἰκῶσιν, ὥσπερ τὸν Γλαῦκόν φασι τὸν Ἀνθηδόνιον, ἢ τὸν Σάρωνα τὸν ἐπώνυμον τοῦ πελάγους, ἀλλὰ τοὐναντίον πᾶν, ὦ θαυμάσιε, ὅμως μηδὲν πλῆθος τῶν πολεμίων φοβῶνται μηδὲ φεύγωσιν, ἀλλὰ κἂν τὴν γῆν ἅπασαν δέῃ προλιπεῖν, κἂν τῶν σωμάτων αὐτῶν ἀποστῆναι, ῥᾳδίως ὑπομένωσιν ὑπὲρ τοῦ κρείττονος, καὶ μὴ τοῖς κτήμασι δουλεύωσι μηδʼ ἱκανὴν πρόφασιν μηδεμίαν νομίζωσι τοῦ γενέσθαι χείρους, μὴ πλῆθος πολεμίων, μὴ ἰσχὺν, μὴ πάντας ἀνθρώπους δουλεύειν συγκεχωρηκότας, μὴ πάντʼ ἄνω καὶ κάτω γιγνόμενα, ἀλλὰ καὶ θάλατταν οἰκειοτέραν καὶ πάντα κίνδυνον ἀνεκτότερον ἡγῶνται τοῦ ζῆν μετʼ αἰσχύνης. τοῦτο καὶ ὁπλίταις ἀγαθὸν παράδειγμα καὶ ἱππεῦσι καὶ τοξόταις καὶ τριηρίταις καὶ πᾶσι πόλεως πληρώμασιν. οὐ χρὴ, φησὶ, τοῖς ἐναντίοις διδόναι τὰ νῶτα οὐδὲ αἰσχρὰν σωτηρίαν ζητεῖν, οὐδʼ ἀφέντας τοὺς περὶ τῶν δικαίων λογισμοὺς ἐφεῖναι τῷ φέροντι, οὐδὲ φεύγειν ὅπως τις μὴ μάχηται. οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν, οὐδʼ ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν, καίτοι τῶν μάντεων κελευόντων, ἀλλʼ ἔμενον τὰς τριήρεις ἔχων, οὗ καιρὸς ἦν ὑπὲρ τῆς Ἑλλάδος ἀντιτάξασθαι. καὶ ἐπειδὴ τἀν τῇ γῇ κατείληπτο, ἤρκει μοι τῆς θαλάττης μικρὸν μέρος· καὶ σοὶ, φησὶ, παραινῶ μένειν καὶ σώζειν τὴν τάξιν, ἐάν τε ὁπλιτῶν ἀγῶνα ἀγωνίζῃ ἐάν τέ τινʼ ἱππέων ἄν θʼ ὁντινοῦν. ἐὰν δὲ καὶ πάντων ἐξείργῃ, γενοῦ μοι θαλάττιος

Intertext edge

Open linked passage

Note