Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
210.p119
210.p119
μοχθηρὲ μελαγχολᾷς, εἶπες δʼ ἂν οὑτωσί πως, ὦ δαιμόνιε, ἐγὼ ταῦτα ἔπραττον, οὐ τὸν τῶν ναυτῶν βίον ᾑρημένος, οὐδʼ ἐκείνους ἀντὶ τῶν ὁπλιτῶν κοσμῶν, οὐδʼ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων, οὐδὲ τοῖς κατʼ ἤπειρον πράγμασι λυμαινόμενος, ἀλλʼ οὐκ ἦν ἄλλως ἐλθεῖν εἰς Σικελίαν; ταῦτʼ ἂν εἶχες, οἶμαι, λέγειν, ὥσπερ καὶ ἡμεῖς ὑπὲρ Θεμιστοκλέους, ὅτι οὐκ ἦν ἄλλως τοῖς Ἕλλησι σωθῆναι. καὶ μὴν οὐδʼ ἐκεῖνό τις ἂν φήσειεν ὡς ὑπὲρ μὲν τῶν Δίωνος πραγμάτων ἔδει πλεῖν εἰς Σικελίαν καὶ μήτε γῆρας μήτε κίνδυνον μήτε τὸ πολλάκις ἐξηπατῆσθαι μήτʼ ἄλλο μηδὲν ὑπολογίζεσθαι πρὸς τὸ δίκαιον καὶ τὴν ἐκείνου χρείαν, ὑπὲρ δὲ τῆς Ἑλλάδος καὶ τοσούτων πραγμάτων οὐκ ἄρʼ ἔδει ταῖς ναυσὶ χρήσασθαι, ἀλλʼ ἀναίνεσθαι τὴν θάλατταν. οὐδʼ ἂν εἷς ταῦτα φήσειεν. ὁ δέ γε Βελλεροφόντης, ὦ ἄριστε, ὥς φασιν οἱ ποιηταὶ, τὴν χίμαιραν ἐχειρώσατο οὐκ εἰς τὴν θάλατταν ἐμβὰς, ἀλλʼ εἰς τὸν ἀέρα ἀναβὰς ἐπὶ τοῦ Πηγάσου, καὶ ὅμως οὐκ ἔδοξε δειλὸς εἶναι, ὅς γε καὶ λόχους ὅλους διαφθείρειν ἐδόκει δύνασθαι. ἀλλʼ οἶμαι πρὸς τὸ πῦρ οὐκ ἦν χαμόθεν ἀντισχεῖν. οἶδα δὲ ὑπὲρ Θεμιστοκλέους ὅτι κἂν εἰ τὸν Δαίδαλον οἷός τʼ ἦν μιμήσασθαι καὶ πτερώσας ἑαυτὸν ὑπὲρ τῶν Ἑλλήνων ἐπιθέσθαι τῷ βαρβάρῳ, οὐδὲ τοῦτο ἂν ὤκνησεν, ἢ κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε. Λακεδαιμονίους δέ γε αὐτὸς σὺ φῂς τὴν ἐν Πλαταιαῖς μάχην μαχομένους οὐκ ἐθέλειν μένειν, ἀλλʼ ὑπάγειν τοὺς Πέρσας πρὸς τὸ συμφέρον αὑτοῖς. ἐῶ γὰρ Σκύθας ὅσα δὴ φεύγοντες νενικήκασιν. ὅπου τις πλέον ἕξειν ἡγεῖται, ἐνταῦθα ἀμυνέσθω τοὺς πολεμίους, ἄλλως τε κἂν μηδὲν τῶν μειζόνων παραβαίνῃ δικαίων. εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι, ἐπεὶ δὲ καὶ θεὸς