Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
211.p120
211.p120
ταῦτʼ ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δʼ ἄν τις συνίοι τὸ λοιπόν.
211.p121
211.p121
ὁ δʼ οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. ἢ πρὸς τῶν θεῶν αὐτῶν, ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν, εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς καὶ τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους, ὧν δʼ οἱ Ἕλληνες ἅπαντες μάρτυρες καὶ ἃ τῶν πώποτε
211.p121
κοινότατα ἐφθέγξατο ἡ Πυθία καὶ οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε, ταῦτα δὲ οὐδαμοῦ θήσομεν εἰς λόγον, οὐδὲ τῇ Θεμιστοκλέους σοφίᾳ μέγιστα εἶναι μαρτύρια συγχωρησόμεθα; ὅπου γὰρ ταὐτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ περὶ σωτηρίας τῶν ὅλων, τί χρὴ λέγειν ἄλλο; τίνʼ οὖν ἦν τὰ χρησθέντα; ἄρχεται μὲν ἄνωθέν ποθεν, ἔπειτά ἐστι τοῦτο ὃ πάντες θρυλοῦσι
211.p121
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.
211.p121
ἆρά γε καὶ μόνον τοῦτο εἴρηκεν ὁ χρησμός; οὒκ, ἀλλʼ ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ. τίς οὖν ἔσθʼ αὕτη;
211.p121
μοῦνον ἀπόρθητον τελέθειν·
211.p121
ἵνα μὴ τοῦθʼ οὕτως λεγόντων ἀρτίως αἵρεσιν εἶναι δοκῶσιν αὑτοῖς Ἀθηναῖοι ἢ κατὰ γῆν νικῆσαι ἢ κατὰ θάλατταν, μηδὲ τρυφῶσιν, ἀλλʼ εἰδῶσιν ὅτι ἐν ταῖς ναυσὶν ἅπαντα τὰ πράγματα ἕστηκε καὶ ἄλλως οὐκ ἔνεστι σώζεσθαι. ἔτι δὲ αὐτὸ μειζόνως ηὔξησεν ἐν τοῖς ἐφεξῆς, ἅτʼ ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν ἄριστος δή που. προσέθηκε γὰρ
211.p121
τὸ σὲ τέκνα τʼ ὀνήσει,
211.p121
τί τοῦτο λέγων
211.p121
τὸ σὲ τέκνα τʼ ὀνήσει;
211.p121
οὐ διὰ τοὺς παῖδας οὓς εἰς Τροιζῆνα ὑπεξέθεντο ἐμοὶ δοκεῖν, ἀλλὰ
211.p121
καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι. οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις. εἴ ποτε γὰρ εὖ