Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
212.p122
212.p122
πράττοιεν, κατὰ ταύτας εὖ πράττειν αὐτοῖς περιῆν ὅλως. καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς δημηγορίας, ἀλλʼ ὥσπερ προκαταλαμβάνων καὶ ὥσπερ ὑποτεμνόμενος τὰς Πλάτωνος ἐπιτιμήσεις ἔγκειται πάσας φωνὰς ἀφιεὶς καὶ λέγων ἐκ τοῦ εὐθέος ἤδη
212.p122
μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
212.p122
πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ἀναχωρεῖν.
212.p122
εἶτʼ ἐστὶν ἀκροτελεύτιον
212.p122
ἔτι τοί ποτε κἀντίος ἔσσῃ.
212.p122
καὶ ἔγωγʼ ἡδέως ἂν ἐροίμην τοὺς τὰς βαθείας ὑπήνας ἕλκοντας, ἔφη τις τῶν κωμικῶν, καὶ μέχρι τούτου τὸν Πλάτωνα σεμνύνοντας, εἰ κατʼ ἐκείνους τοὺς χρόνους ἦν ἡμῖν Πλάτων, καὶ αὐτῷ τὰ πράγματα ἐπετέτραπτο, εἶθʼ ἧκεν ὁ χρησμὸς, τίνας ἂν λόγους λέγειν ᾤετο δεῖν, ἢ τί πράττειν ἠξίου τοὺς Ἀθηναίους. ἢ νὴ Δία, εἰ μὴ στρατηγῶν αὐτὸς ἐτύγχανε, τῷ γε Θεμιστοκλεῖ τί που ἂν συνεβούλευε; πότερον ταῦθʼ ἅπερ αἱ μαντεῖαι, ἢ τἀναντία τούτων; εἰ μὲν γὰρ οὐκ ἔμελλεν εἴσεσθαι τὸν νοῦν τῶν χρησμῶν, οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι· εἰ δὲ γιγνώσκων καὶ συνιεὶς ἀντιλέγειν ἐπεχείρει, παντὸς μᾶλλον ἔργον διεπράττετο ἢ Πλάτωνος. δυοῖν γὰρ τοῖν ἐσχάτοιν ἀπόδειξις ἦν, ἀσεβείας εἰς τὸν θεὸν καὶ προδοσίας τῆς σωτηρίας οὐ μόνον τῆς πόλεως, ἀλλὰ καὶ τῶν Ἑλλήνων ἁπάντων. εἰ
212.p122
δὲ δὴ τὰ μάλιστα ἕτερα μὲν ὁ θεὸς προσέταττεν, ἑτέραν δὲ ἦγε Πλάτων, ποτέρῳ τὸν Θεμιστοκλέα πεισθῆναι προσῆκεν, ἢ ποτέρῳ μᾶλλον προσέχων ὀρθῶς ἂν ἔδοξε φρονεῖν; τουτὶ γὰρ ἕν μοι τῆς ἀπορίας διαλύσαντες σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς, ὃν Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν. ἀλλὰ μὴν οὐκ ἦν πρὸς δαίμονα φωτὶ μάχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔχει λόγον τῶν μὲν ἐν τῇ Πλάτωνος πόλει καὶ πολιτείᾳ τελευτώντων τῇ Πυθίᾳ τὰς τιμὰς ἐπιτρέπειν αὐτὸν Πλάτωνα καὶ ταῦτα τίθεσθαι κύρια ἅττʼ ἂν ἐκείνῃ δοκῇ, ἃ δʼ ὑπὲρ τῆς τῶν ζώντων σωτηρίας καὶ φυλακῆς τῆς πάσης Ἑλλάδος ἡ Πυθία προσέταξε, ταῦτα τῷ πεισθέντι καὶ