Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 213 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
213.p123
213.p123
διοικήσαντι μέμφεσθαι. τρισὶ γὰρ τοῖς μεγίστοις φαίνεται σχεδὸν εἰς τὸν Θεμιστοκλέα μόνον ἐλθοῦσα τῶν Ἑλλήνων ἅπασα ἡ σωτηρία, τῷ τε κατʼ ἀρχὰς συμβουλεῦσαι ποιήσασθαι τὰς τριήρεις, πρὶν καὶ προσδοκᾶν τινα τῶν πολλῶν ἥξειν τοὺς βαρβάρους, καὶ τῷ παρόντος τοῦ πολέμου πεῖσαι ναυμαχεῖν καὶ τῷ ποῦ τῆς θαλάττης συνοίσει προϊδεῖν. εἴτε γὰρ μὴ ἐποιήθησαν ἐξ ἀρχῆς αἱ τριήρεις, οὐδὲν ἂν ἦν ἄξιον τοῖς Ἕλλησι λόγου ναυτικὸν, οὐδʼ ᾧ θαρρήσαντες ἔμελλον οἱ λοιποὶ συστήσεσθαι· ὥστε τῶν μὲν κατὰ γῆν ἀπόρων ὄντων, ἐν δὲ τῇ θαλάττῃ δυνάμεως οὐχ ὑπαρχούσης ἀπώλλυτʼ ἂν ἀκονιτὶ πάντα τὰ πράγματα· εἰ δὲ αἱ μὲν νῆες ὑπῆρχον, ἄλλον δέ τινα αὐτοῖς ἔδοξε τρόπον τὸν πόλεμον διαφέρειν, οὐδʼ οὕτω πλέον οὐδὲν ἦν. καὶ μὴν ἥ γε φύσις τῆς θαλάττης ἄχρηστον τὸ πλῆθος τῶν νεῶν τοῖς βαρβάροις ἐποίησε. τοῦτο δʼ ἦν ὁ δεινὸς ἀγὼν Θεμιστοκλέους καὶ ὁ προαγὼν ἐν τοῖς Ἕλλησιν αὐτοῦ μεῖναι καὶ παύσασθαι πρὸς τὸν Ἰσθμὸν βλέποντας. λέγουσι δέ τινες καὶ τέταρτον ὑπὲρ Θεμιστοκλέους ὡς πρὸς τῷ τόπῳ καὶ τὸν καιρὸν ἐξεῦρε, στησάμενος τὴν ναυμαχίαν κατιόντος τοῦ πνεύματος. ὃ δὴ καὶ Φορμίων ὕστερον, ὡς ἔοικε, μιμησάμενος Λακεδαιμονίους περὶ Ναύπακτον κατεναυμάχησεν. οὕτω πολλοῦ δεῖ Θεμιστοκλῆς ἐθίσαι φεύγειν Ἀθηναίους ἢ διαφθεῖραι τὰ φρονήματα.
213.p124
213.p124
ἀλλʼ ἐπάνειμι πρὸς τὰ λοιπὰ τοῦ χρησμοῦ. εἶεν. τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεὸς καὶ πῶς κατεκόσμησε τὴν συμβουλήν; ὦ θεία Σαλαμὶς ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. καὶ ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε

Intertext edge

Open linked passage

Note