Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
214.p125
214.p125
τῶν δρωμένων καὶ νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε καὶ θεοὶ καὶ ἥρωες οἱ κοινοὶ τῶν Ἑλλήνων σύμμαχοι συνηγωνίζοντο, καὶ συνεναυμάχουν τιμῶντες ἔργῳ Θεμιστοκλέα, καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι. καίτοι ὅτε ἡ Σαλαμὶς τοῦτʼ ἤκουσεν, ἡ ναυμαχία δή που τοῦτο ἤκουσεν· οὐ γὰρ ἄλλης γέ τινος χώρας Σαλαμὶς τὸν πρὸ τοῦ χρόνον ἦν, ἀλλʼ ὁ θεὸς τὴν ναυμαχίαν θείαν διʼ ἐκείνης προσεῖπε· Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην καὶ θάνατον τῶν ταῦτα πραξάντων καταψηφίζεται καὶ προκρίνει σεμνῶς ἀπολωλέναι μᾶλλον ἢ νικᾶν μετὰ τῶν θεῶν. Ὅμηρος δὲ εἰ περιῆν, κἂν Διὶ μῆτιν ἀτάλαντον προσεῖπε τὸν ταῦτα συμβουλεύσαντα καὶ πράξαντα πολλῷ μᾶλλον ἐμοὶ δοκεῖν ἢ τὸν τῶν Κεφαλλήνων στρατηγὸν τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς, ὁ δʼ Ἀπόλλων ταῦτα ἔφραζεν, ὁ δὲ ἐξ ἀρχῆς πρὸς ταῦτα ἥρμοστο κἀν τοῖς παροῦσι μόνος ταὐτὰ τοῖς θεοῖς ἐγίγνωσκε, πῶς οὐκ ἔμελλε τοῦτο τὸ πρόσρημα οἴσεσθαι; ἀλλʼ οὐ Πλάτων οὕτως, ἀλλʼ ἀντὶ τοῦ Διὶ τὴν γνώμην ὅμοιον καὶ θεῖον προσειπεῖν Σαράμβῳ καὶ τοῖς καπήλοις εἰκάζει πᾶσι. πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο;
214.p126
214.p126
φέρε δὴ κἀκεῖνο σκεψώμεθα, εἰ ὥσπερ τινὲς ἤδη λέγονται τῶν ἡρώων ἐν θεοῖς δικασταῖς κριθῆναι, οὕτω καὶ Θεμιστοκλῆς περὶ ὧν συνεβούλευσεν ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, ποτέραν ἂν ἤνεγκε τὴν ψῆφον ὁ θεὸς περὶ αὐτοῦ. πότερον τὴν καταγιγνώσκουσαν; ἀλλʼ ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντος καταψηφίζεσθαι. ὅπου γὰρ καὶ τὸν Ὀρέστην ἀφεθῆναι λόγος ἐν τοῖς ἄλλοις θεοῖς κρινόμενον εἰς τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα, ἦ που τόν γε παρʼ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα ὑπὲρ ὧν μετʼ ἐκείνου κατέπραξεν