Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
215.p127
215.p127
οὐδεὶς λόγος ἦν ἁλῶναι. εἶθʼ ὃν οὐκ ἦν ἑλεῖν παρὰ τῷ θεῷ κριτῇ, τούτου Πλάτων ἠξίωσε κατηγορεῖν; καὶ εἰ μὲν Ἀθήνησιν ἐκρίνετο μηδεμιᾶς τοιαύτης λέγω μαντείας προϋπαρχούσης, ἔπειτʼ ἔδοξεν ἐκείνοις ἐπιτρέψαι τῷ θεῷ καθάπερ πρότερόν φασι τὸ περὶ τῶν φυλῶν, εἰ καλῶς αὐτῷ βεβουλεῦσθαι ἀνεῖλεν, ἀφεῖσθαι λοιπὸν ἔδει, καὶ μηδενὶ μηδὲν ἐξεῖναι παρὰ ταῦθʼ ἕτερον λέγειν· ἐπεὶ δʼ ἔφθη πρὸ τῆς αἰτίας αὐτὸν ἀφεὶς ὁ θεὸς καὶ πρότερον τὰς πράξεις ἐπῄνεσε, πρίν τινα ἀνθρώπων εἰδέναι εἰ πραχθήσονται, καὶ μόνον οὐ συνεῖπεν αὐτῷ περὶ ἁπάντων ἐξ ἀρχῆς καὶ τὴν γνώμην ἣν εἶχε προεξήνεγκεν, ὅμως οὐκ ἀπέσχηται Πλάτων, ἀλλʼ ἐναντία τῷ χρησμῷ πεφιλοσόφηκε καὶ κατηγόρηκε τῶν πεπραγμένων, ἃ πρὶν γενέσθαι τῶν κρειττόνων τις ἐπῄνεσε. τί οὖν οὐ καὶ τοὺς Ἡρακλείδας, ὦ βέλτιστε, ᾐτιάσω, διότι οὐ κατὰ γῆν εἰς Πελοπόννησον εἰσῆλθον, ἀλλʼ ἀπὸ τοῦ Ῥίου πρὸς τὸ Ῥίον περαιωθέντες; ἀλλʼ οἶμαι κἀκείνοις ταυτὸν ἦν, ὅπερ τοῖς Ἕλλησι τοῖς περὶ Θεμιστοκλέα· κατὰ γῆν μὲν γὰρ ἔδει κρατεῖσθαι, κατὰ θάλατταν δὲ ὑπῆρξε καὶ σώζεσθαι καὶ κρατεῖν. μέγα δὲ σημεῖον· ἕως μὲν γὰρ διʼ Ἰσθμοῦ τῆς εἰσβολῆς ἐπειρῶντο, ἠτύχουν, ἐλθόντες δὲ ἐπὶ τὸν πόρον τὸν Ἀχαϊκὸν, εὗρον αὐτὸν πόρον ὄντα τῆς σωτηρίας αὐτοῖς. διόπερ ἐκείνοις ὁ θεὸς διὰ τῶν στενῶν τούτων ἐπιχειρεῖν προὔλεγεν· οἱ δὲ ἀγνοήσαντες καὶ τὴν ἑτέραν τραπόμενοι μικροῦ καθάπαξ ἀπώλοντο. τὸ δὲ αὐτὸ καὶ τοῖς