Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
216.p128
216.p128
Ἕλλησι περιειστήκει τότε. οἱ μὲν γὰρ ἐν Πύλαις ἀπωλώλεσαν αὐτῶν, οἱ δʼ ἐν ταῖς ναυσὶν ἐνίκων πανταχοῦ. στενὰ δʼ ἦν, ὡς ἔοικεν, ἀμφοτέρωθι· ὧν τὰ μὲν φυλάξασθαι προσῆκε, τοῖς δὲ χρήσασθαι. διὸ καὶ τότε οἶμαι Θεμιστοκλῆς τὸν Ἰσθμὸν παντὸς μᾶλλον φεύγειν ἠξίου, ὥσπερ ἄλλο τι ἀρχαῖον κακὸν φυλαττόμενος, καὶ τὴν Σαλαμῖνα προὐβάλλετο. καὶ μὴν οὐδέν γε ἀτιμότερον οὐδʼ ἀδοξότερον τὴν Πελοπόννησον ἐκεῖνοι τότε ἔσχον παρὰ τὰς ναῦς, ἀλλὰ πολλῶν κἀγαθῶν ὁπλιτῶν πρόγονοι κατέστησαν καὶ οὓς οὐδʼ ὁ Πλάτων οὐδαμοῦ πώποτε ἐμέμψατο τῶν εἰς τοὺς πολέμους ἕνεκα, καὶ πλείω τοὺς ἐκγόνους αὐτῶν ἢ τὴν ἄλλην δόξαν. αὐτὸς γὰρ Πλάτων ὑμνεῖ τὸ Δωρικὸν τοῦτο στρατόπεδον. τούτου τοίνυν οὐχ ἧττον ἐν καιρῷ τοῖς Ἕλλησι τὸ Θεμιστοκλέους τοῦτο στρατόπεδον φαίνεται γενόμενον. ὅτι τοίνυν οὐδὲ χείρους ἐγένοντο ἐκ τούτων Ἀθηναῖοι τὰ κατʼ ἤπειρον ἔδειξε μὲν ἡ Πλαταιᾶσι μάχη, ἐν ᾗ μόνους Λακεδαιμονίους ἐφαμίλλους ἔσχον· ἔδειξε δʼ ἡ ἐν Μυκάλῃ, ἐν ᾗ μόνοι προὐκρίθησαν· ἔδειξε δʼ ἡ ἐν Οἰνοφύτοις ὕστερον, ἐξ ἧς τὴν Βοιωτίαν ἔσχον καὶ Λοκροὺς καὶ Φωκέας. εἰ δέ ποθʼ ὕστερον καὶ προσέπταισαν, οὐδʼ ἐν ταῖς ναυσὶν ἐνίκων ἀεὶ νικήσαντες τότε, ἀλλʼ οὐ Θεμιστοκλῆς γε οὐδετέρου τῶν πταισμάτων τούτων αἴτιος οὐδαμοῦ, οὗ γε καὶ ζῶντος καὶ μετὰ τὴν τελευτὴν οὐκ ὀλίγον χρόνον τοσοῦτον ἴσχυον ἀμφότερα.
216.p129
216.p129
τὰ μὲν δὴ μέχρι τῆς ναυμαχίας καὶ τῆς φυγῆς τῆς βασιλέως Θεμιστοκλέους ἔργα καὶ πολιτεύματα τοιαῦτα, οἷα προσῆκεν ἀνδρὸς εἶναι τὸ μὲν κολακεύειν, ὡς ἐγὼ νομίζω, πλεῖστον ἀνθρώπων ἀποφυγόντος, συνέσεως δὲ καὶ τόλμης ἐπὶ πλεῖστον ἥκοντος μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἁπάσης. τὰ δʼ ὕστερον ποῖʼ ἄττα, ὡς ἐν