Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 220 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
220.p133
220.p133
προέπεμψαν τριακοσίοις λογάσι τῶν νέων ἄχρι τῶν ὅρων τῆς Λακωνικῆς, μόνον Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν πρότερον καὶ τῶν ὕστερον. τοσοῦτον αὐτοῖς ἔδοξεν ὑπὲρ ἅπαντας ἀνθρώπους Θεμιστοκλῆς εἶναι. καίτοι ὅτε τῶν Ἑλλήνων οἱ κράτιστοι τὰ κατʼ ἤπειρον οὐκ ᾐσχύνοντο προπέμποντες ἐκεῖνον μέχρι τῶν ὁρίων τῆς χώρας τῆς ἑαυτῶν, πῶς ἔνεσθʼ ἡμῖν τῶν ὁπλιτῶν ἕνεκα ψέγειν; ἢ πῶς μὴ ἐθέλειν ἐπαινεῖν, ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες ἐτίμων ἃ μηδένα τῶν πώποτε;
220.p134
220.p134
τριῶν τοίνυν ὄντων καιρῶν ἀφʼ ὧν τις ἐξετάσειε Θεμιστοκλέα, κατὰ πάντας ἀνὴρ ἄριστος καὶ πρῶτος φανήσεται. πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους, τάς τε πόλεις διήλλαξε καὶ τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα· συμβάντων δὲ τῶν ἀγώνων, Λακεδαιμονίοις μὲν οὐ διηνέχθη, τοὺς πολεμίους δʼ ἐξέωσε μόνος· καταστάντων δὲ τῶν πραγμάτων καὶ Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν, ὅσαι μετὰ τῶν ἐναντίων ἐγένοντο, ἀντεῖπε καὶ διεκώλυσε, νομίζων ὅμοιόν τι συμβήσεσθαι τῷ τὴν Ἑλλάδα ἔκσπονδον αὐτὴν ὑφʼ αὑτῆς ἀποφανθῆναι. πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν. οὔκουν ἡγεῖτο προσήκειν εὐτυχηκυῖαν τὴν Ἑλλάδα λαμπρῶς οὕτω καὶ τῶν ἐχθρῶν κρείττω γεγονυῖαν τοσοῦτον ἐλάττονʼ ἢ πρότερον γενέσθαι. πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο, ἢ πῶς δεξιώτερος τὰ πολιτικά; ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ

Intertext edge

Open linked passage

Note