Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
221.p135
221.p135
ὅπως ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτὸν, ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν· οἶμαι γὰρ οὐδὲν φαυλότερα οὐδʼ ἐλάττω εἰπεῖν ἂν τῶν εἰρημένων ἤδη περὶ αὐτοῦ. ἐπεὶ δʼ ἅμα τʼ ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν ἅπασαν λύσας αἰτίαν, δείξας δʼ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, οὐ πλοῦτον, οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. εἶθʼ ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο, ταῦθʼ ἡμεῖς αὐτοῦ διαβαλοῦμεν; καὶ διάκονον προσεροῦμεν ὃς οὔτε Ἀθηναίοις οὐδὲν πώποτε ὑπηρέτησεν οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν, ἀλλʼ ἀντὶ τούτου ταῦτʼ ἐβουλεύσατο; καὶ πῶς οὐκ αἰσχρὸν ἂν εἴη καὶ ὑπερφυὲς, εἰ μήτε τὸν βίον μήτε τὸν θάνατον αἰσχυνθέντες αὐτοῦ ῥᾳδίως οὑτωσὶ βλασφημήσομεν; ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας καὶ ὅστις ἄλλος Ἀθήνησιν εὔχεται δημοσίᾳ, τοῦτʼ ἂν εἰκότως καθʼ ἕκαστον ἔτος πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτο ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. οὔκουν ἐλάττω γʼ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης. ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος· ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι.
221.p136
221.p136
σκεψώμεθα δὴ ποῖʼ ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ