Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
222.p137
222.p137
συμφοιτητής· ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ὁ ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. ἀλλʼ οὐδὲν, ἔφη, χαλεπὸν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. ἤδη οὖν σοι πώποτʼ ἐμέλησεν ὅτι τῆς χώρας τοσαύτης οὔσης ὅσην ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει; πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς. οἶσθʼ οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος εἰ τούτω τὼ πόλεε καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν ὥστʼ ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα στρατηγὸν, καὶ ἐπέτρεψαν ὅ τι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττʼ ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γʼ ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἑλλήνων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλʼ ᾔδει ὅτι εἰ μὴ αὐτοῦ τὸ βουλεύεσθαι ἐκείνοις περιέσται, τά γε ἄλλα αὐτῶν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει ὅτι ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρωποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιοτέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο ὥστʼ ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι τὴν σχεδίαν ἣν ἔζευξε βασιλεὺς πεῖσαι Ἀθηναίους ἐβουλήθη. ἐπειδὴ δὲ οὐκ ἠδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἠναντιοῦτο, σῶσαι βασιλέα καὶ τοὺς μετʼ ἐκείνου πειρώμενος· ὥστʼ οὐ μόνον ἡμεῖς οὐδʼ οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστοκλέα ἡγούμεθα εἶναι, ἀλλὰ