Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
224.p139
224.p139
δέχομαι, ἀλλʼ ἀξιῶ τὴν ἀγαθὴν τύχην ἁπάντων τῶν καλῶν ἡγεῖσθαι· ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις ἐλέγχω. εἰ μὲν γὰρ ἅπαντα ταῦτʼ ἐστὶ λόγος ἀμφοτέρωθεν λεγόμενος καὶ πρὸς τὴν ὑπόθεσιν ἣν ἄν τις ἐνστήσηται δεῖ τὸ λοιπὸν ἅπαν περαίνειν, ὁμολογείσθω τοῦτο, καὶ οὐδὲν πλέον ζητοῦμεν· πάντως καὶ οὕτως ἀναίτιον τό γʼ ἡμέτερον. εἰ δʼ ἀπὸ σπουδῆς δικαίας λέγεται καὶ κρίσιν τῆς ἀληθείας ἔχει, ποτέροις χρὴ πιστεύειν, ὅταν ταῦτʼ ἐκείνοις ἐναντίως ἔχοντα φαίνηται; καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγʼ οὐδέποτʼ ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποθʼ οὕτω φιλονεικήσαιμι, ἀλλʼ ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη· φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκειν δέχεσθαι. τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων, ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα μυρία δή που διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύεσθαι, δίκαια μὲν οἶμαι ποιῶν κατʼ αὐτό γε τοῦτο καὶ ἀνδρὸς ἀρίστου, τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδʼ ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει.
224.p140
224.p140
ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. ἰσχυρίζεται δʼ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, αὐτοὺς χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν οὐδʼ ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. ἐγὼ δʼ οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν, μή τί γε δὴ Πλάτωνα, ἀλλὰ