Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 225 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
225.p141
225.p141
μεμνῆσθαι τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα ἐπὶ κόρρης ἀδίκως πατάξῃ με; τοῦ μὲν γὰρ ἢ φυγεῖν, ἢ χρήμασιν ἢ θανάτῳ ζημιωθῆναι, ἢ ἄλλʼ ὁτιοῦν τοιοῦτον παθεῖν ἡ τύχη κυρία δή που, τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν ἀφʼ ὧν προείλοντο δίκαιον σκοπεῖν, ὧν ἐγὼ μὲν ὅπως ἂν ἐμαυτῷ συγγνοίην ἀξιοῦντι κατηγορεῖν οὐκ ἔχω. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπʼ αὐτῶν εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδʼ ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι. ἐγὼ δὲ οὐχ ᾧ βελτίους ἐγένοντο φήσαιμʼ ἂν ἁμαρτεῖν αὐτοὺς, ἀλλʼ ὅτι μὴ πάντʼ ἐκείνοις ἠδυνήθησαν ὅμοιοι γενέσθαι. τούτου δὲ πολλὴν συγγνώμην οὖσαν ἀμφοτέροις εὑρίσκω. οὔτε γὰρ μὴ πάντʼ ἀναμαρτήτους γενέσθαι, καὶ ταῦτα ὄντας δῆμον, οὔτε μὴ πάντας ἀναμαρτήτους δυνηθῆναι ποιῆσαι μεγάλης ἄν τις τῆς κατηγορίας ἄγοι. ὅπου γὰρ οὐδὲ ἄνδρα ἰδίᾳ καθάπαξ αἰτίαν ἐκφεύγειν ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἐν δυνατῷ, ἦ που πόλιν γε τοσαύτην οἴεσθαι προσήκει. ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτοῦσιν αὐτοῖς εἰκὸς εἶναι συγγνώμη, ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιστον καὶ οἷς ὅθʼ ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν οὐδὲν ἐᾷ σκοπεῖν, ἃ δʼ εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γʼ ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει, ἃ δʼ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτʼ ἐπʼ ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστὰς τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν αἰτίους εἶναι φάσκοι τῶν περὶ ταῦτα ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ

Intertext edge

Open linked passage

Note