Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 226 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
226.p142
226.p142
γράφοιεν ἐφʼ αὑτῶν. ἀλλʼ οὐ ταῦτά γʼ ἐστὶν ὧν προϋπέδειξεν αὐτοῖς ὁ διδάσκαλος οὐδʼ ὧν ἐπαιδεύοντο, ἀλλʼ ἐκεῖνος μὲν ὅπως ὀρθῶς γράφωσιν εἰσηγεῖτο, καὶ ἅ γε σώζουσι, τῶν ἐκείνου μαθημάτων σώζουσι, ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα, εἴτʼ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴθʼ ὅπως δή ποτε ἐπακολουθήσαντα, πλὴν οὐ διʼ ἐκεῖνόν γε οὐδὲ τὴν παρʼ ἐκείνου συντέλειαν, οὐ μᾶλλόν γʼ ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν. ἀλλʼ οἶμαι τῆς ἐνδείας ἐστὶν ἅπαντα ταῦτα, οὐχ ὧν τις μετέσχεν οὐδʼ ὧν ὅσον οἷόν τʼ ἦν ἐκαρπώσατο. εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προὐδίδαξαν, λεγέσθω τοῦτο κατʼ αὐτῶν, οὐδεὶς λόγος αὐτοὺς παραιτήσεται τὸ μὴ οὐ φαύλους εἶναι· εἰ δὲ μὴ
226.p142
πάντας ἐπαίδευσαν μηδʼ ὡς οἷόν τʼ ἀκριβέστατα μηδʼ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλʼ οὐκ ἀπώναντο ἐκείνων ἔτι τοῦτό γε. οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλʼ ἐξ ὧν οὐ προσεῖχον ἐπλημμέλησαν. οὕτως ἅ γʼ ἐπείθοντο σαφῶς ἄρʼ οἱ πείθοντες ἔπειθον καλῶς. ἔπειτα μουσικὴν μὲν καὶ γεωμετρίαν καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας οὐ πάντες οἱ φοιτήσαντες παρὰ τοὺς διδασκάλους λαμβάνουσιν, ἀλλʼ ἐκ τῶν πολλῶν ὀλίγοι κομιδῆ τινες· καὶ οὐδʼ ἐν τούτοις οὐδεὶς ἐπαναγκάζει τοὺς διδασκάλους αὐτοὺς ὑπευθύνους εἶναι τοῦ διὰ παντὸς ἀκριβοῦς, οὐδʼ ἂν ὁ μαθὼν μὴ πάντα κατορθοῖ, μηδʼ ὅμοιος ᾖ τῷ διδάξαντι, οὐδεὶς τοῦτʼ ἀναμφισβήτητον κατʼ ἐκείνου τίθησιν, οὔθʼ ὡς οὐδὲν ἐπισταμένου τῆς τέχνης οὔθʼ ὡς ἑκόντος ὑποστειλαμένου οὔθʼ ὡς τὸ σύμπαν εἰπεῖν ἀδικοῦντος. ἀλλʼ ἴσμεν τὸν τοῦ Ὁμήρου λόγον ὃν περὶ τῶν παίδων ἔφη κἀπὶ τῶν τοιούτων ἰσχύοντα·
226.p142
παῦροι γὰρ (φησὶ) παῖδες ὁμοῖοι πατρὶ πέλονται,
226.p142
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
226.p142
καὶ διδασκάλῳ τὸν μὲν ὅμοιον συνέβη γενέσθαι, τὸν δὲ οὒ, καὶ ὁ μέν γε χείρων, ὁ δὲ βελτίων ἐγένετο. οὕτω

Intertext edge

Open linked passage

Note