Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 227 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
227.p143
227.p143
ταῦτʼ ἔχοντα σύνισμεν καὶ ἐν γένεσι καὶ ἐν τέχναις· τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδʼ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατʼ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθʼ ὑπερφυές τι φήσομεν κατʼ αὐτῶν εὑρηκέναι, ὡς οὐδʼ αὐτοὶ βελτίους οὐδενὸς ἦσαν εἰς ταῦτα; καὶ τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε, τῶν δʼ ἄκρων ἐν τοῖς Ἕλλησι κατηγορεῖς ὅτι μὴ πάντας ἑαυτοῖς προσομοίους ἐποίησαν; καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθʼ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλʼ εἰ μὴ πάντʼ ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτʼ ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι.
227.p144
227.p144
καὶ μὴν ὁρῶ μέν γε καὶ τοὺς ἰατροὺς καὶ τοὺς πάνυ χρηστοὺς εἶναι δοκοῦντας οὐ καθάπαξ οὕτως ἐξαιροῦντας τὰ νοσήματα ὥστε μηδὲ ἴχνος ἐμμεῖναι τῷ σώματι, ἀλλὰ καὶ τῶν ἀρχαίων πολλάκις ἐγκαταλιπόντας καὶ τὸ πραῧναι χάριν ἀρκοῦσαν τιθεμένους, καὶ ταῖς παντελέσι θεραπείαις τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι, ἀλλὰ ταύτης μὲν ἀπήλλαξαν τῆς νόσου, ἑτέραν δʼ οὐδὲν ἐκώλυσαν ἐπελθεῖν ὕστερον. οὐ γάρ ἐσθʼ ἡ τέχνη διὰ τέλους ἀξιόχρεως, ἀλλʼ ἡ φύσις νικᾷ. τί οὖν θαυμαστὸν εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες μὴ διὰ τέλους αὐτοὺς ἠδυνήθησαν κατασχεῖν μηδʼ ἀθάνατα ἰάσαντο, ἀλλʼ ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἠδυνήθησαν καθάπαξ ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτʼ οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ σπέρματος. εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάνθʼ ὑπήκουσεν αὐτοῖς, ἀλλʼ ἔσθʼ ἃ καὶ καθʼ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα ταῦτʼ ἔχει τοῖς ἀνδράσι φαυλότητα, ἢ τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι, ὥσπερ ἂν εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει καὶ τούτων τῆς

Intertext edge

Open linked passage

Note