Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
228.p145
228.p145
ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθει; καὶ τίνʼ ἔχει φύσιν, οἳ μήτʼ ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; ἀλλʼ ἴσως οὐκ αὐτοῖς ἐγκαλεῖν, ἀλλʼ ὑπὲρ αὐτῶν ἄξιον ἐγκαλεῖν. καὶ δῆτʼ ἔγωγʼ ἐνεθυμήθην ὡς λυσιτελούντως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι καὶ ὁποίας τινὰς αὐτὸς καθʼ αὑτοῦ δίδωσι τὰς λαβὰς ἐκ τῶν ἐγκλημάτων τούτων, εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι. φέρε γὰρ πρὸς θεῶν, εἰ καθάπερ τὸν Πρωτεσίλαόν φασι παραιτησάμενον τοὺς κάτω γεγενῆσθαι μετὰ τῶν ζώντων, ἢ καὶ ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν, οὕτως οἱ τέτταρες ἡμῖν οὗτοι, περὶ ὧν ἡ νυνὶ διαδικασία, ἀνάστασιν εὕροντο, ὥστε συγγενέσθαι Πλάτωνι μίαν μόνην ἡμέραν ἐπὶ τοῖς λόγοις τούτοις, ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι, εἰ δὲ βούλει τὸν Θεμιστοκλέα, οἵπερ ἡμῖν ἐπὶ κέρως τῶν ῥητόρων—καὶ ὅπως μηδεὶς ἐμοὶ τὸ τραχὺ τῆς ἀποκρίσεως λογιεῖται· μάλιστα μὲν γὰρ οὐδʼ ἔσται τοιοῦτον οὐδὲν, ἀλλʼ εἰς ὅσον οἷόν τε ἐπανήσομεν, ἔπειτʼ αὐτῶν ἐκείνων οἴεσθαι χρὴ τοὺς λόγους εἶναι καὶ οὐκ ἐμούς. τὸν ξύοντα δʼ ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δή που δίδωσι. Περικλέα δὲ κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι. ὥστε τοσοῦτόν γʼ ἐξέσται μεταδοῦναι παρρησίας αὐτῷ, ὅσον εἰ μηδεὶς ἀξιοῖ Πλάτωνος καταψηφίζεσθαι, εἰ μηδʼ ἐκεῖνον ἐκ τῶν αὐτῶν τούτων ἐνείη μὴ κεκωλῦσθαι διδάσκειν. εἰ δέ τις ἀχθεσθήσεται τούτοις ὑπὲρ Πλάτωνος, αὐτόχρημα τἀναντία οἷς βούλεται ποιήσει. οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φήσει, τούτοις ὅπως συκοφαντεῖ βεβαιώσει. ἀλλὰ μὴν εἴ γε μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεται ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ