Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
229.p146
229.p146
ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν, ἀλλʼ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι γʼ αὐτὸν πρότερον κακῶς ἃ μηδεὶς ἐπηνάγκαζε καὶ διʼ ὧν χείρους ᾤετο ἐκείνους ἀποφαίνειν δεξιόν τι νομίζειν κελεύσει;
229.p147
229.p147
ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον δʼ εἶπον ἂν, Ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ οὐ τοῖς ἴσοις ἀμυνούμεθά σε οὐδʼ ἐροῦμεν κακῶς, ἀλλὰ καὶ ἄνδρα ἐν τοῖς πρώτοις καὶ ἄριστον τῶν Ἑλλήνων ἡγούμεθα, καὶ τῇ πόλει συγχαίρομεν, οὐ σοὶ μόνῳ, τῆς σῆς φύσεως. πάντως δʼ ἐξ ἀρχῆς ἕρμαιον ἡμῶν αὐτῶν ἐποιησάμεθα ὅ τι ἡ πόλις ἡμῶν κερδαίνοι. κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορά· ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι, σὺ δὲ οὐ δίδως. ἐπειδὴ δὲ καὶ Μιθαίκῳ προσεικάζεις ἡμᾶς τῷ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφότι, εἰκὸς μέν σέ γʼ ἄμεινον ἡμῶν ταῦτʼ ἐπίστασθαι. οὐ γὰρ ἡμεῖς γʼ ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν, οὐ γὰρ πυκνὰ ἐπεμίξαμεν τῇ Σικελίᾳ. ἀλλʼ ὥσπερ σὺ πρὸς τὰ πολιτικὰ ἀσχόλως ἔσχες ὑπὸ τῶν λόγων τῶν ἐν φιλοσοφίᾳ, οὕτως ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδέν. ἀλλὰ σέ γʼ οὐκ ἀπεικὸς προστυχεῖν τοιούτοις ἀνθρώποις καὶ συγγράμμασιν, εἰ καὶ μὴ ἑκόντα, ἀλλʼ ἄκοντα, ὥσπερ που καὶ ἄλλων πολλῶν καὶ ἑκουσίων πεῖραν λαβεῖν, ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους κομισθέντα. φέρε δὴ πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τραπέζης, εἴτε Μίθαικος αὐτὴν εἴτε καὶ ὁστισοῦν παρετίθει, τί σοι τεκμήριόν ἐστι τῆς ἡμετέρας φαυλότητος; ὅτι νὴ Δίʼ οὐ πάντας Ἀθηναίους δικαίους ἐποιήσαμεν. σὺ δʼ ἐποίησας βελτίω τί Διονύσιον, εἰ μὲν βούλει τὸν Ἑρμοκράτους, εἰ δὲ βούλει τὸν