Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 230 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
230.p148
230.p148
Διονυσίου; συνεγένου μὲν γὰρ ἀμφοτέροις. οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο; καίτοι διελέγου δή που πρὸς αὐτοὺς περὶ τοῦ δικαίου καὶ νόμου καὶ πολιτείας, καὶ τὴν ἰσότητα τὴν ἐν γεωμετρίᾳ καὶ πρὸς ἐκείνους ἐπῄνεις, καὶ οὕτω φιληκόως εἶχον ὥστε καὶ μετεπέμποντό σε, καὶ σὺ προθυμίας ἐνέλιπες οὐδὲν, ὅπως ἀγαθόν τι πράξωσι διʼ ἐκείνων αἱ πόλεις. ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπέλαυσαν ἐκεῖνοι; τί τῶν θείων ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο μετʼ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοὶ τὰ ὦτα ὑπέσχον; τίς αὐτοὺς μετάνοια τῶν πρόσθεν ἡμαρτημένων εἰσῆλθε; τίς ἔρως φιλοσοφῆσαι πάντα τἄλλα ὑπερβάντας; τί βέλτιον ἢ τῶν κατʼ αὐτὴν τὴν πόλιν ἔσχεν ἢ τῶν ἔξω; τίς Γελώων ἢ Λεοντίνων ἢ τῶν ἄλλων Ἑλλήνων τῶν ἐν Σικελίᾳ χρηστῶν καὶ δικαίων ἐκείνων ἔτυχε διὰ σὲ καὶ τοὺς σοὺς λόγους; εἰ δὲ μὴ τῶν Ἑλλήνων, τίσι τῶν βαρβάρων [τίνι τῶν ἐν Σικελίᾳ ὄντων] ἐνεδείξαντο ὡς βελτίους γεγόνασιν; εἶεν. ἀλλὰ τῶν μὲν Σικελίαν οἰκούντων οὐδενὶ, τῶν δʼ ἐν Ἰταλίᾳ βαρβάρων ἢ Ἑλλήνων τίσιν εἰπέ μοι κάλλιον ἢ πρὸ τοῦ προσηνέχθησαν; εἰς τί καὶ πρὸς τίνας ἀνθρώπους ἐποίησε βελτίους αὐτοὺς ἡ σὴ πολιτεία; τίνι Καρχηδονίων, εἰ μὴ τῶν Ἑλλήνων ἔχεις εἰπεῖν, ἢ τίνι τῶν ἄλλων τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἀρετὴν ἀσκῶν ἐπεδείξατο ὁ τύραννος, ἀφʼ οὗ τῶν Πλάτωνος δογμάτων ἠκροάσατο, εἴτʼ οὖν ὁ πρεσβύτερος λέγω εἴθʼ ὁ νεώτερος; καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ τὰ τῶν ἐν ταῖς ἐξουσίαις ἁμαρτήματα, τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς; ἐπειδή γε καὶ κατὰ σοῦ τὰ ἐκείνων ὑπάρχει λέγειν. εἰ δʼ οὐδὲν ἂν εἶναι ταῦτα φαίης πρὸς σὲ, τοῖς αὐτοῖς τούτοις καὶ ἡμᾶς ἀπολύεις, εἴ τι καὶ ὁ Ἀθηναίων δῆμος ἔξω τι τῶν ἡμῖν δοκούντων ἔπραξεν. οἶμαι τοίνυν οὐκ ἀρκέσειν τοῖς ἀνδράσι ταῦτα, ἀλλʼ ἐκεῖνο ἥδιστʼ ἂν αὐτοὺς ἤδη προσθεῖναι, τὸ ποῖον; τὸ ἐπειδὴ τοίνυν ἐν ἀμφοτέροις ἔνεστι μὴ πάνθʼ ὡς ἐδόκει τῷ συμβούλῳ

Intertext edge

Open linked passage

Note