Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
231.p149
231.p149
πεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν; πότερον ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν καὶ πλέων ἔξω τῆς πατρίδος τοσοῦτον, ἢ οἱ τοῖς πολίταις τοῖς ἑαυτῶν τὰ βέλτιστα ἐθελήσαντες συμβουλεῦσαι, καὶ τούτοις ἐκ τῶν δυνατῶν ἀμείνω τὰ πράγματα ποιεῖν; τί φῂς, ὦ Πλάτων, πρὸς ταῦτʼ, ἐροῦσι, καὶ ὅτε γε καθάπαξ οὐκ ἐκρατήσαμεν, πότεροι μᾶλλον τῆς γνώμης τῆς ἐξ ἀρχῆς ἐφικόμεθα; καὶ πότεροι πλέον προὐβιβάσαμεν; πότερʼ ἡμεῖς βελτίους Ἀθηναίους ἀπεφήναμεν, ἢ σὺ τοὺς τυράννους; καὶ μὴν ἐκείνοις μὲν πλὴν ἴσως ὀλίγων ἅπανθʼ ἡμάρτηται, τοῖς δὲ μεθʼ ἡμῶν ἅπαντα κάλλιον πλὴν ὀλίγων ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται. τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. εἰ δʼ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔσχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. ἔπειτα ὥσπερ ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι σοι δοκοῦσι, τῆς φύσεως αὐτὸ θὲς τῆς αὐτῆς καὶ μὴ λάμβανʼ ἐφʼ ἡμᾶς, μηδʼ ἃ μὲν ἡμῶν ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους ἡμᾶς τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δʼ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦθʼ ὡς ἡμεῖς ἀδικοῦμεν λέγε. ἐκείνων μὲν γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. ἀλλὰ ταῦθʼ, ὡς ἔφη Σοφοκλῆς, πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα. καὶ μὴν εἴ γε τὸ προσκροῦσαι καὶ χρήσασθαί τινι συμφορᾷ κακίας ἔλεγχός ἐστι καὶ μέμψιν δικαίαν ἔχει τῷ πεπονθότι, σκόπει πρὸς τὰ ἡμέτερα καὶ τὰ σαυτοῦ. ποῖʼ ἄττʼ ἀπέλαυσας τῶν τυράννων οὓς παιδεύειν προῃροῦ; μὴ ἄρʼ οὐ Πολυκράτης τὴν