Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
232.p150
232.p150
ἔξωθεν τύχην οὐδʼ αὐτὸς ἡμῖν ἦσθα. οὕτω μὲν ἐξ ἀρχῆς εἱρχθεὶς ἐτρέφου παρὰ ἐλπίδα καὶ παρʼ ἀξίαν ἅπασαν σεαυτοῦ, καὶ εἰ μή σε ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο τῶν Πυθαγορείων, ὥσπερ σὺ φῂς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε, κἂν αὐτὸς ἴσως εἰς τὰς λιθοτομίας ἐνέπεσες, ἢ δή τοι τό γε δεύτερον οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα τοῦ πορθμοῦ, ἀλλʼ ἐτεθνήκεις ἂν αὐτοῦ ἐν Σικελίᾳ. νῦν δὲ Ἀρχύτας ἦν ὁ κωλύσας καὶ Διονύσιος Ἀρχύταν μὲν ἐπιστέλλοντα ᾐσχύνθη καὶ ἔδωκε τὴν χάριν, Πλάτωνα δὲ οὐκ ᾐσχύνετο, ᾧ συνῆν καὶ οὗ τοὺς καλοὺς ἐκείνους καὶ σεμνοὺς λόγους ἤκουσεν, ἀλλὰ τοσοῦτον ἔδει τιμᾶν ἢ πείθεσθαι λέγοντι ὥσθʼ, ἵνα σου τῆς φωνῆς μὴ ἀκούοι, καθείρξας εἶχεν ὡσεί τινα ἀτίμητον μετανάστην. καὶ περιειστήκει σοι τὸ τοῦ Κίμωνος, ὃ σὺ φῂς πρὸς αὐτὸν τοὺς Ἀθηναίους οὐκ ἐθέλειν αὐτοῦ τῆς φωνῆς ἀκούειν, οὐδὲ σοῦ τότʼ ἠξίου Διονύσιος, πλὴν ὅσον οὐκ ἐν τοῖς ἴσοις ἦσθα. ἐκεῖνον μὲν γὰρ Ἀθηναῖοι μετέστησαν ὅπως αὐτοῦ δέκα ἐτῶν μὴ ἀκροάσαιντο, σοὶ δὲ οὐδʼ αὐτὸ τοῦτο ἐξῆν μεταστῆναι καὶ πάνυ δή που βουλομένῳ τε καὶ ζητοῦντι, νοῦν ἔχοντι, ὡς ἐγώ φημι. ἀλλὰ τοῦτʼ ἦν ἡ δεινὴ συμφορὰ τὸ μὴ ἐξεῖναι ἀπελθεῖν, ἀλλὰ μένειν πρὸς βίαν καὶ μονονοὺ προσηλῶσθαι. καὶ παραδίδωσι δή σε μετὰ ταῦθʼ ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς ὕβρεως, ἀλλʼ ἀποδόσθαι προσέταξεν, ἀποδόσθαι τὸν ἄριστον οἴμοι τῶν Ἑλλήνων, ὥσπερ ἀνδράποδον τῶν ἐπʼ ἐξαγωγῇ. οὐκ ἂν ἡμῶν γε ζώντων καὶ τῶν τριήρων οὐσῶν τοῦθʼ ὕβρισεν ὁ θεοῖς ἐχθρὸς ἐκεῖνος. ὅμως δʼ ἐπέταξε καὶ Πλάτων ἐξήγετο ἐκ Σικελίας ὑπὸ Πόλλιδος καὶ ὁ Πόλλις αὖ πάλιν παραλαβὼν Διονύσιον μὲν καὶ ἀπόντα ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δʼ ὁρῶν καὶ συνὼν παρʼ οὐδὲν ἐποιεῖτο, ἀλλʼ ἡ θαυμαστή σου δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα