Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 233 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
233.p151
233.p151
ἐπιτάξαντι, σοὶ δʼ οὐδέν· προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὢν καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν. καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ ἐκεῖνα εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνητο. ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδʼ ἂν εἷς Περσῶν ἢ Σκυθῶν, οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν. καίτοι γε εἰ μὲν ἠξίους αὐτὸν ἀμείνω γενέσθαι Διονυσίου περὶ σὲ καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχισα ἐντειλαμένου, πῶς οὐχ ἡττῶ πάμπολυ τοῦ τυράννου καὶ ποῦ δίκαιος εἶ προφέρειν εἴ τίς τινα πείθειν ἐγχειρῶν ἀπέτυχεν; εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπὴν οὐδʼ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαυες τῆς φύσεως τῆς σεαυτοῦ; νὴ Δίʼ ἀλλʼ οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. οὐδέ γʼ ἡμεῖς, ὦ μακάριε, εἴ τις περὶ ἡμᾶς φαῦλος Ἀθηναίων ἐγένετο. εἰς τοίνυν τοῦθʼ ἧκεν ὁ Πόλλις ὑπερβολῆς καὶ οὕτω σφόδρα ἐσπούδασε κύριος καταστὰς βουλεύσασθαι περὶ ἀνδρὸς οἵου μηδʼ ὄναρ ἤλπισεν, εἶτα φανῆναί τι παμμέγεθες βεβουλευμένος καὶ ὑπερβάλλον φιλανθρωπίᾳ τε καὶ παιδείᾳ, ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε. κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον ἐχθρὸν

Intertext edge

Open linked passage

Note