Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
234.p152
234.p152
ὄντα αὐτῷ παραγίγνεται καὶ διʼ ἐκείνου σώζεται καὶ σοὶ παρὰ τοῖς ἐχθροῖς τοῖς κοινοῖς τῆς πατρίδος τῆς σαυτοῦ συνέβαινεν ἐξετάζεσθαι. καὶ εἰ μὴ ἐκεῖνοι βελτίους ἐγένοντο τοῦ τυράννου καὶ τοῦ διακόνου, —καὶ οὗτοί γε καλῶς ποιοῦντες τὴν Πλάτωνος φιλοσοφίαν καὶ δόξαν ᾐσχύνθησαν, —ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ· τοσοῦτον ἔμελλες κερδαίνειν. ὁ δὲ χρηστὸς σύμπλους ὁ Σπαρτιάτης οὐδʼ ὣς ἐπελάθετο ὧν ἤκουσε παρὰ τοῦ Διονυσίου, ἀλλʼ ἐπώλησε τὴν ἱερὰν κεφαλήν· καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε—οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων—Λίβυς δʼ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδʼ ἠπίστατο ἀνθρώπων οὐδεὶς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. νῦν δʼ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν αὑτῷ καὶ τὸ γιγνώσκεσθαι. καὶ τότε ἤδη Δίων τὰ θαυμαστὰ ἐφιλανθρωπεύετο πέμπων τὰ λύτρα τῷ Λίβυϊ. ἀλλʼ οὐδʼ ἐκεῖνός γʼ ἡττήθη τοῦ Δίωνος, ἀλλʼ ἀφῆκέ σε προῖκα, ὁ μηδεπώποτʼ ἰδὼν πρότερον μηδʼ ὁμιλήσας μηδαμοῦ μήτε νήσων μήτʼ ἠπείρου. ἐλθὼν τοίνυν οἴκαδε καὶ διαφυγὼν ὥσπερ τις Ὀδυσσεὺς οὐ θανάτους μόνον, ἀλλὰ καὶ δουλείαν, καὶ οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος χρόνον μέν τινα ἡσυχάσας· ὡς δὲ τελευτήσαντος τοῦ προτέρου Διονυσίου παραλαβὼν τὴν ἀρχὴν ὁ ἐξ ἐκείνου Διονύσιος μετεπέμπετο αὖθίς σε εἰς τὴν πολυύμνητον Σικελίαν, ὥσπερ μετὰ τῶν ἄλλων ὧν παρὰ τοῦ πατρὸς παρειλήφει καὶ τὴν εἰς σὲ ὕβριν παρειληφὼς, καὶ κληρονομῶν καὶ τοῦ σοι προστάττειν, ὥσπερ Συρακοσίοις ἢ τοῖς ἄλλοις τοῖς ἐν Σικελίᾳ, ᾤχου δὴ πλέων. καὶ ποίων