Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 235 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
235.p153
235.p153
τινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα, ὡς οὔθʼ ὧν ἀπῆρας χάριν διεπράξω ἠνέσχου τε πολλὰ καὶ παντοῖα, καὶ παντὸς μᾶλλον ἢ σαυτοῦ, τοσοῦτον εὐτυχήσας μόνον, εἰρήσεται γὰρ, ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης, καίτοι πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ. μή τοι νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθʼ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. σύνισμεν ταῦτα καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις, ὅμως δέ γε ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδʼ ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. καὶ σὺ μὲν ἴσως οὐδὲν ὑβρίσθης, ὁ δʼ οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτʼ ἔπραττεν ἢ διʼ ὧν ᾔδει τιμήσων. καὶ οὐδʼ οὕτω κατέλυσας τὴν πρὸς ἐκεῖνον ὁμιλίαν καὶ τὸ πλεῖν, ἀλλʼ οὕτω παρʼ ἐλπίδα καὶ παρʼ ἀξίαν ἀπαλλάξας καὶ ἀγαπητῶς ἀποσωθεὶς πάλιν οἴκαδε τοσοῦτον ἀπέσχες τοῦ ἑτέροις τι δύνασθαι συμβουλεῦσαι ὥστʼ οὐδὲ σαυτῷ συνεβούλευσας, ὅπερ λοιπὸν ἦν. ἀλλʼ ἡ μὲν παροιμία καὶ Ὅμηρός φησι, ῥεχθὲν δέ τε νήπιος ἔγνω· σὺ δʼ ὁ τῶν Ἑλλήνων σοφώτατος οὐδʼ οὕτως ἐπαιδεύθης, ἀλλὰ πάλιν σε χειροῦται Διονύσιος, ἐλπίδας φιλανθρώπους ὑποτείνας, καὶ πάλιν αὖ τῶν τῆς τυραννίδος κακῶν ἐπειρῶ, τὸ τρίτον πλεύσας ὥσπερ οἱ παλαισταὶ παλαίουσι, δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας, τρίτον δʼ ὅλως πρὸς τύραννον καὶ τυραννικὴν οἰκίαν.
235.p154
235.p154
οὕτως οὐδʼ αὐτὸς ἐξ οὐρίας τὰ πάντα ἔθεις. τί οὖν ἡμῖν τὴν τύχην προφέρεις αὐτὸς τοιαύτης πεπειραμένος; ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν, ὦ οὗτος, ἧκον μὲν οὐδʼ αὐτὸς μετὰ πάντων, μετὰ πλειόνων

Intertext edge

Open linked passage

Note