Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
236.p155
236.p155
δὲ ἢ σὺ καὶ θᾶττον ἢ σὺ, καὶ πλεύσας οὐκ ἴσα· καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ καθήμενος ἐν Σικελίᾳ παρὰ τῷ Κύκλωπι. ἀλλʼ ὦ πάντων θαυμάσιε Πλάτων, μὴ διʼ ἀμφοῖν ὤθει, καὶ ταῦτʼ οὐ διὰ τῶν φίλων ἑνὸς καὶ τῶν ἐχθρῶν, ἀλλὰ διὰ σαυτοῦ τε καὶ τούτων, οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι, εἰ δὲ μὴ, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλʼ ὅ τι ἀπολογήσει πρότερον· τοσαῦτʼ ἐστὶ καὶ τὰ σά. καίτοι σὺ καὶ τῶν διθυραμβοποιῶν ἀξιοῖς καταγελᾶν ὡς πρὸς τὴν ἡδονὴν καὶ τὸ χαρίζεσθαι μόνον ὡρμημένων. φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον οὐ δυνηθεὶς αὖθις ὑφʼ αὑτῷ λαβεῖν Διονύσιος, ἀλλʼ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ, σοῦ δέ γε δεύτερον καὶ τρὶς ἐγκρατὴς γενόμενος μετὰ τὰς πρώτας ἐκείνας διατριβάς. φήσεις καλὴν εἶναί σοι τὴν πρόφασιν· ὑπὲρ γὰρ τῶν Δίωνος πραγμάτων ἅπαντα ταῦτα ποιεῖν καὶ λέγειν· καλῶς γε σὺ καὶ λέγων καὶ ποιῶν. σκόπει δὴ καὶ τὴν ἡμετέραν πρόφασιν, κἂν εὕρῃς ἀτιμοτέραν, ἢ μικρῶν ἕνεκα ἡμᾶς πολυπραγμονήσαντας, στίξον λαβὼν καὶ γενοῦ Διονύσιος ἀντὶ Πλάτωνος εἰς ἡμᾶς. εἰ δʼ ὥσπερ σὺ Δίωνος χάριν καὶ τῆς ἐκείνου ξενίας καὶ ἑταιρίας ἅπαντα ταῦθʼ ὑπέμεινας, οὕτως ἡμεῖς ὑπὲρ τῆς ἑστίας τῆς κοινῆς πατρίδος καὶ ὑπὲρ τῶν κοινῶν σπονδῶν καὶ δικαίων οἱ μὲν τῆς πόλεως, οἱ δὲ καὶ τῶν Ἑλλήνων, ὁτιοῦν καὶ λέγειν καὶ πράττειν καὶ πάσχειν ὑπέστημεν, αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας, αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν ἐπωνυμίας τε καὶ τιμὰς, ἔτι δʼ