Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
237.p156
237.p156
ἥρωας καὶ προγόνους τοὺς κοινοὺς, καὶ τὴν τοῦ παρελθόντος χρόνου μνείαν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος λόγον, καὶ πάνθʼ ὅσαπερ μέγιστα νομίζεται παρὰ πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροις, εἰ δέ τι καὶ παρὰ γνώμην ἐκ τούτων ἀπήντησε, τί τὰ μὴ σὰ κατηγορεῖς; καὶ μὴν εἰ δεῖ καὶ τοῦτο προσθεῖναι, ἡμεῖς μὲν εἴ τι καὶ προσεπταίσαμεν, ἀλλʼ οὖν πράξαντές γε ὑπὲρ ὧν ἐσπουδάζομεν οὕτω προσεπταίσαμεν, σὺ δʼ εὐθὺς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μὲν τὸ χρήσασθαί τισι δυσκόλοις ὄνειδός ἐστι τῷ συμβούλῳ καὶ μέμψις, οὐδὲν ἐλάττοσιν ἡμῶν κέχρησαι. καὶ πρόσεστι τὸ μηδὲν ὧν ἐβούλου κατορθῶσαι. εἰ δʼ αὐτὴν ἐφʼ αὑτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δʼ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. καὶ πρόσεστι τὸ κρατῆσαι τῶν πραγμάτων καὶ τὸ μείζω ταῦτʼ εἶναι τῶν θʼ ὑπὸ σοῦ σπουδαζομένων ὧν τʼ αὐτοὶ προσεκρούσαμεν. σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν καὶ κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δʼ οὐχ ὅσον ἡμῖν ὑπάρχει. ὥστʼ εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχʼ ἂν ἡμῖν γε συγγνοίη· εἰ δʼ αὖ μηδʼ ἡμῶν φείσεται, σοῦ γε σχολῇ. οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίγνεται. πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σὸν, Τεῦκρος ἔφη τινὶ, καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύο, τοῦ τρίτου λαμβάνου, καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθʼ ἡμῶν ὄντος. εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν οὐδὲ ἡττήθημεν τοῦ Κόδρου