Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
240.p159
240.p159
Διομήδους τοῦ Θρᾳκὸς οὕτως ἄρχειν, ὥσπερ ὧν εἶχον ἐξ ἀρχῆς. καὶ μὴν οἱ μὲν ἡνίοχοι καθʼ αὑτοὺς ἕκαστοι τῶν ζευγῶν ἄρχουσι καὶ οὐδεὶς παραλυπεῖ, τὸ δʼ αὐτὸ τοῦτο λέγω καὶ περὶ τῶν ἐπὶ τοῖς ὄνοις τε καὶ βουσίν· ὥστʼ εἴ τι πλημμελοῖτο, βέβαιον τὴν αἰτίαν ἔχοιεν ἂν εἰκότως. ἀλλʼ οὐ Περικλῆς γε καὶ Θεμιστοκλῆς, οὐδʼ ἐκείνων τῶν ἀνδρῶν οὐδεὶς καθʼ αὑτὸν Ἀθηναίων ἦρξεν, οὐδὲ τοῦ τι πράττειν ἐναντίον ἐγχειρήσαντος ἀπηλλαγμένος, ἀλλὰ καὶ ἕτεροι πολλοὶ δή που μετʼ αὐτῶν ἔπραττον τὰ πολιτικὰ, οὔτε φύσεις τὰς αὐτὰς οὔτε γνώμας ἔχοντες, ὥστʼ ἔτι μᾶλλον τούτοις ἢ ʼκείνοις ἄξιον προστιθέναι τὰ ἁμαρτήματα. ἐγὼ μὲν γὰρ τοσούτῳ μᾶλλον ἂν φαίην ἐκείνοις, ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα. ὡς δʼ ἁπλῶς εἰπεῖν ποῦ δίκαιον μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους; οὔκουν τούς γʼ ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται. καὶ νὴ Δίʼ ἄν γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους [οἷον τῆς αὐτῆς ἡμέρας] ἕτερος παραλαβὼν τὸ ἅρμα ἀναβαίνῃ, οὐκέτι τοῦ παντὸς ὑπεύθυνος ὁ χρηστὸς ἡνίοχος οὐδʼ ὁ ἔνδοξος, ἀλλʼ ἐὰν καθάπαξ πρὸς αὐτὸν ἡ ἐπιμέλεια καταστῇ, οὕτω καὶ ταῦτα κρίνεται, τῶν δὲ ἑτέρου κακῶν οὐδεὶς κληρονομεῖ. ἀλλὰ καὶ τοῦτʼ αὐτὸ φαῦλόν ἐστι κατηγόρημα, ὅτι τὸν βελτίω καὶ τὸν οὐ καθʼ αὑτοὺς οὐκ εἴων χρῆσθαι τῇ τέχνῃ, ἀλλʼ ὑπεσκέλιζον ὥσπερ οἱ τοὺς ἐν τοῖς δρόμοις. οὕτω τοίνυν καὶ περὶ τῆς ἐκείνων πολιτείας, ἕως ἂν μὴ δείξῃς ὅτι βασιλευόντων τῶν φιλοσόφων καὶ μόνων ἐφεστηκότων τοῖς πράγμασι ταῦθʼ ἡμαρτήθη—λέγω τοῦ Μιλτιάδου, τοῦ Θεμιστοκλέους, τοῦ Περικλέους, τοῦ