Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
241.p160
241.p160
Κίμωνος—μηδαμῶς τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ. ἀλλʼ εἰ μὲν αὐτοὺς καθʼ αὑτοὺς ἐλέγχειν οἷός τʼ εἶ, χρῶ τούτῳ καὶ δείκνυ θἀμαρτήματα· εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστατῶν κατηγορεῖς. εἰ μὲν γὰρ οὐκ ἦν ἁμαρτήματα, πρὶν ἐκείνους Ἀθήνησι πολιτεύεσθαι, ἀλλὰ ταῦτα πάντα ἀπὸ Μιλτιάδου καὶ Θεμιστοκλέους κἀπʼ ἐκείνων ἤρξατο, ἄλλος ἂν εἴη λόγος· οὐδʼ εἴ τινες ἄλλοι κατὰ ταυτὸν ἐκείνοις ἐπολιτεύοντο εἴποιμι ἂν, ἀλλὰ δίδωμι πάντων ἐκείνους μόνους ὑπευθύνους εἶναι. εἰ δὲ εἰκὸς ἦν τι καὶ ἄλλο ἡμαρτῆσθαι πρότερον, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; προσπαίζειν γὰρ ἔξεστι δή που σέ γε, ἐπεὶ καὶ αὐτὸ τοῦτο τὸ τῶν συμφορῶν ὅτι μὲν παλαιόν ἐστι καὶ ὡς σύ που φῂς ἀπὸ Θησέως ἀρξάμενον, ἴσως δὲ καὶ ἔτʼ ἄνωθεν, καὶ οὐχ οὗτοι πρῶτοι προσέπταισαν ἐάσω. καίτοι ὁ Θησεὺς φυγών τε καὶ διαφθαρεὶς ἐν τῇ Σκύρῳ τελευτῶν οὐκ ἄτιμος ἔμεινε παρὰ τῷ θεῷ, ἀλλʼ ἐπέταξεν Ἀθηναίοις μετενεγκεῖν αὐτοῦ τὰ ὀστᾶ, πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν. ἀλλʼ ὅμως ἐάσω ταῦτα. ἀλλʼ οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν. οἷς γὰρ ἁπάντων ταυτὰ κατηγόρηκας, τούτοις ὃ δοκεῖς ἰσχυρὸν ἔχειν ἀνῄρηκας. διὰ τί; ὅτι Μιλτιάδου μὲν ἴσως ἂν εἴη τι τοῦτο κατηγόρημα, Θεμιστοκλέους δὲ οὐκ ἂν ἔτι· εἰ δέ τοι καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους, ἀλλʼ οὐ Κίμωνός γε· εἰ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἀλλʼ οὐ δή τοι καὶ Περικλέους, ἀλλὰ τούτου καὶ πάντων ἥκιστα. Θεμιστοκλῆς μὲν γὰρ αὐτοὺς παρὰ Μιλτιάδου παρέλαβε κυρίττοντας, Κίμων δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους, Περικλῆς δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ