Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
242.p161
242.p161
Κίμωνος. οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς ὑπεύθυνος ἦν, ὃν σὺ μάλιστα πάντων ᾐτιάσω καὶ τοῖς κακοῖς ἐπιμεληταῖς τῶν ὄνων τε καὶ βοῶν ἰδίᾳ τῶν ἄλλων εἴκασας.
242.p162
242.p162
ἐνθυμηθῶμεν τοίνυν καὶ περὶ ὧν ἀρτίως ἐλέγομεν, τῆς πρὸς τὸν Διονύσιον αὐτοῦ Πλάτωνος ὁμιλίας. εἰ γὰρ αὕτη μία ἐστὶ καὶ ἀληθὴς καὶ δικαία καὶ ἀποχρῶσα μόνη πασῶν ἀπολογία καὶ παραίτησις ὑπὲρ Πλάτωνος, περὶ ὧν ὁ τύραννος ἐπλημμέλει, καὶ συνὼν ἐκείνῳ καὶ πάλιν καθʼ αὑτὸν γενόμενος, ὅτι καὶ πρὶν ἰδεῖν Πλάτωνα καὶ τῶν ἐκείνου λόγων ἀκοῦσαι πολλὰ καὶ παντοῖα ἐδεδράκει, τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τοῦ δήμου τοῖς τῶν τυράννων εἶναι, μὴ λέγειν, ἀλλὰ καὶ τὰ πρὸ τῆς ἐκείνων πολιτείας ἐλάττω τῶν ὑπὸ τῶν τυράννων ἐξ ἀρχῆς ἡμαρτημένων εἶναι, καὶ τὰ παρʼ αὐτὴν τὴν πολιτείαν μὴ τῆς ἴσης ἄξια μέμψεως, ὅσησπερ τὰ τοῖς τυράννοις, ἀφʼ οὗ Πλάτωνα προσίεντο· αὐτὸ δὲ τοῦτʼ ἐξεῖναι κοινὸν εἰπεῖν, ὅτι καὶ πρὶν ἐκείνους ἐγχειρεῖν λέγειν, ἦν Ἀθήνησιν ἁμαρτήματα, εἰ δʼ ἐλάττω τῶν Διονυσίου, οὐδὲ τὰ ὕστερον δή που τοῖς ἐκείνου παραπλήσια, ἀλλʼ εἰς ὅσον εἰκὸς ἁμαρτεῖν ὄντας ἀνθρώπους. φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐδʼ ἀπὸ κοινοῦ δόγματος ταῦτʼ ἔπαθον, ἀρχὴν δὲ οὐδὲ ταὐτὰ πάντες. πόθεν; ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν. τοῦτο δʼ ἦν οὐ μῖσος οὐδʼ ἀλλοτρίωσις τοῦ δήμου πρὸς αὐτοὺς, ἀλλʼ ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε—ἐῶ γὰρ εἰ μὴ σφόδρʼ ἄν τις ἐπαινέσαι τὸν νόμον—τὸ δʼ οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν, ἀλλʼ ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν, νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίγνετο. ἦν δʼ οὗτος ὁ νόμος· ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δʼ οὐδὲν ἔγκλημα προσῆν, οὐδʼ ὡς ἐπʼ ἐλέγχῳ πραγμάτων ὀργή. καίτοι πῶς οὐ δεινὸν, εἰ οὓς οὐδʼ αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθʼ ἡμεῖς διὰ τοὺς μεταστήσαντας; ὥσπερ οἱ βέβαιον μὲν οὐδʼ