Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
246.p167
246.p167
ἐχρήσατο αὐτοῖς καὶ εἰρήνης καὶ πολέμων ἐχόμενα. ἐπεὶ δʼ ὅ τε χιλὸς αὐτοῖς ἔξω διεφθείρετο καὶ οἴκοι τε πονήρως ἐπεπράγεσαν καὶ οὐδʼ ἀναστραφῆναι περιῆν, ἀλλʼ ἐνέκειντο αἱ ταλαιπωρίαι δειναὶ καὶ συνεχεῖς, καὶ τοῦτο μὲν ἡ κεφαλὴ καὶ τὰ ἐντὸς ἐκάετο, τοῦτο δʼ οἱ νεκροὶ πολλοὶ νύκτα καὶ ἡμέραν ἑωρῶντο, πάντα δʼ ἦν μεστὰ κυλινδομένων, καὶ πιπτόντων καὶ ἀπορουμένων, ἐλπίδος δʼ οὐδʼ ὁτιοῦν ἐσώζετο χρηστῆς, οὕτως ἤδη πανταχόθεν κατακλεισθέντες καὶ κρατηθέντες ὑπὸ τῆς ἀηθείας καὶ τῆς ὑπερβολῆς τῶν παρόντων κακῶν ἀπεσείσαντο τὸν ἡνίοχον. ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπʼ αὐτοῦ τὸν ἄνω χρόνον ὥστʼ ἔγνωσάν τε ὃ ἔδρασαν καὶ μετέγνωσαν καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς. οὕτω τὰ μὲν τῆς ἱππικῆς οὐκ οἶδα, τοὺς δὲ λόγους οὐ πολλῷ τινι χείρων ἦν τοῦ Νέστορος. ὥστʼ εἴ σοι θαυμαστὸν φαίνεται ὅτι ἐπὶ τελευτῇ κατεψηφίσαντο αὐτοῦ, πρῶτον μὲν αὐτὸ τοῦτο τὸ τοῦ ἡνιόχου παράδειγμα ἀφίησι τῆς αἰτίας αὐτόν. ὥστʼ ἐγγυτέρω τῆς τελευτῆς αὐτοῦ γίγνεται τοῦ Περικλέους, καὶ πρός γε τῇ τελευτῇ τιμήσαντες αὐτὸν, οὐκ ἀτιμάσαντες φαίνονται. ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πόλλʼ ἑξῆς ἔτη καὶ μετὰ τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκότησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγράψατο τὴν συμφοράν. οὐ γὰρ τὸ μέσον κύριον ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου. εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτʼ ἐξ ἀρχῆς, εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέγνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶν