Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
250.p172
250.p172
τέταρτος λοιπὸς ἐνταῦθα ἀπήντηκε. σαφῶς γὰρ οὑτωσὶ τῷ Περικλεῖ ταυτὸν ἔπαθες ἐπὶ τελευτῇ τοῦ βίου, καὶ προσέτι ἐν τῷ γήρᾳ σύ γε, καὶ πολλῷ πρεσβύτερος τῆς ἐκείνου τόθʼ ἡλικίας τοιαῦθʼ ὑβρισθεὶς, εἰ θέμις εἰπεῖν. καὶ εἰ μὴ Χαβρίας καὶ Ἰφικράτης, ἄνδρες τῆς Περικλέους καὶ Θεμιστοκλέους ἰδέας καὶ τάξεως εἰς ὅσον ἐστὶ τούτους ἐκείνοις εἰκάσαι, αἰσθόμενοι τὰ γιγνόμενα ἠγανάκτησαν καὶ τὸ ἐπιτείχισμα διέσπασαν καὶ τοῦ λοιποῦ προσέταξαν σωφρονεῖν αὐτοῖς, πάντʼ ἂν ἐκεῖνα μεστὰ τραγῳδίας ἦν. καίτοι τί φήσομεν, ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ ταῦτʼ ἐκείνους τότε τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύθυνον εἶναι; ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. καὶ μὴν ἔχοι γʼ ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέφειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς εἰ καὶ τὰ μάλιστʼ ἀδίκως ταῦθʼ ὑμῖν συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε· καὶ τῷ τῶν σοφιστῶν παραδείγματι, ᾧ σὺ κέχρησαι κατὰ τῶν δημαγωγῶν, πολὺ μᾶλλον ἂν καθʼ ὑμῶν χρῷτό τις δικαίως, ὅσῳπερ ἐγγυτέρω τῶν τοῖς σοφισταῖς ὁμιλησάντων εἰκάσαι, οἳ σοὶ καὶ Σωκράτει συνδιατρίψαντες γίγνοιντʼ ἂν, ἢ οἱ τῷ Περικλεῖ καὶ τοῖς μετʼ ἐκείνου χρώμενοι. οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑταίρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους τε καὶ ὧν οἴει, καὶ νὴ Δίʼ, εἰ βούλει, τὸ μᾶλλον ἀφίημί σοι, ὅτι δʼ οὐχ ἧττον, ἀρκεῖ. εἰ δʼ ὑμεῖς ἀθῶοι, κἀκείνους ἐκ τῶν αὐτῶν εἰκός ἐστιν εἶναι, εἴπερ γε τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών. καὶ μὴν καὶ ὁ Σωκράτης ἐν γήρᾳ φαίνεται τὴν γραφὴν τῆς ἀσεβείας ἁλοὺς, καὶ οὐ μόνον ἐπὶ τελευτῇ τοῦ βίου, ἀλλὰ καὶ ταύτης αὐτῆς τυχὼν τῆς τελευτῆς. θανάτου γὰρ ἐτίμησαν αὐτῷ. ἆρʼ οὖν οὐκ ἄτοπον τὸν μὲν ἄλλον χρόνον τοσοῦτον ὄντα τὸ πλῆθος διαλέγεσθαι καὶ παιδεύειν τοὺς ἐντυγχάνοντας, καὶ μήτε τῶν πολιτικῶν μηδένα δυσμεναίνειν