Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 251 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
251.p173
251.p173
μήτε τῶν περὶ τοὺς ποιητὰς ἐσπουδακότων, ἀλλὰ καὶ κωμῳδίαν τινὰ συνθέντα εἰς αὐτὸν ἡττηθέντʼ ἀπελθεῖν, καὶ εἴ τινα καὶ ἤρεσε, μηδὲν πλέον τοῦ γέλωτος τότε συμβῆναι, τοσούτῳ δʼ ὕστερον χρόνῳ καὶ ὅτʼ ἐκ τοσούτων κακῶν ἡ πόλις αὐτὴν ἀνελάμβανε, καὶ ἡνίκα τοῖς ἠδικηκόσι μὴ μνησικακήσειν ὀμωμόκεσαν, τηνικαῦτα δυσχερᾶναι τοὺς λόγους αὐτοῦ; ἀλλὰ ταῦτʼ ἴσως μὲν εἰκότα, ἴσως δʼ οὒ, ἔσχε δʼ ὅμως οὑτωσί. ὅμως δὲ οὐδὲν χείρων ὅ γε Σωκράτης· ἡμεῖς δὲ καὶ τὰ εἰκότα ὑπὲρ τοῦ Περικλέους ἀπεδώκαμεν, οἷς οὐδὲν ἄγνωμον καὶ Πλάτωνα συγχωρεῖν, εἴπερ γε, ὃ μικρῷ πρόσθεν ἔφην, τοῦ δικαίου φροντίζει. καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο τὸν Πλάτωνα, εἰ δικαστὴς αὐτὸς τῷ Περικλεῖ καθῆστο, ὅτʼ ἔφευγε τῆς κλοπῆς, πότερον τῶν καταψηφιζομένων ἂν ἦν, καὶ πλείονος ἀξίους τοὺς Κλέωνος λόγους τῶν Περικλέους ἡγεῖτο—ὅταν δὲ τοῦτʼ εἴπω, λέγω τῆς ἀληθείας—ἢ κἂν ἠρυθρία τοῖς γιγνομένοις, ὥσπερ ἔγωγʼ ἂν διισχυρισαίμην ὑπὲρ Πλάτωνος, ἀδύνατον δή που φῆσαι ὡς ὅμοιος ἂν ἦν Κλέωνι. εἶθʼ ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας; καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν ἂν λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; καὶ διʼ ἃ τὸν λέγοντα ἂν ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγιγνώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλʼ οὐχ ὃ μηδʼ ἐκείνοις καλῶς εἶχε ποιῆσαι; κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλʼ ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον, ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην, καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον ἰσχυρὸν ποιησόμεθα, ἃ δʼ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦθʼ ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλλον δὲ κατηγοροῦντες; καὶ τίνα

Intertext edge

Open linked passage

Note