Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 252 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
252.p174
252.p174
ταῦτʼ εἶχε λόγον ἐγὼ μὲν οὐκ ἐπινοῶ. τῷ γὰρ οὐκ ἂν ὅρος καὶ πέρας εἶναι δόξειε τῆς ὑπὲρ αὐτῶν ἀπολογίας ἃ Πλάτων ἐγκαλεῖ; οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν γεγονυίας καὶ τοῦ κακίζοντος αὐτοὺς τούτοις καταχρησαμένου τοῖς λόγοις, ὡς παρʼ αὐτοῖς Ἀθηναίοις ἑάλωσαν καὶ δίκην ἔδωκαν ὡς ἀδικοῦντες· εἶτʼ ἐπέδειξεν ὅτι ἀλλʼ οὐκ ὀρθῶς γε οὐδʼ ἐπὶ πᾶσι δικαίοις ταῦτʼ ἐγένετο, ἀλλὰ γνώμῃ διήμαρτον οἱ καταψηφισάμενοι, ἢ καὶ διʼ ἄλλο τι ταῦτʼ ἐψηφίσαντο, ἀλλʼ οὐκ ἀδικεῖν αὐτοὺς καταγνόντες, πᾶσιν ἂν δή που ταῦτʼ ἐξήρκει καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο. Πλάτων τοίνυν αὐτῶν αἰτιώμενος τὰ συμβεβηκότα, καὶ λέγων ὡς ἁμαρτήματα τῶν πολλῶν, ὅμως ἐν ἐλέγχῳ κατʼ ἐκείνων λαμβάνει, καὶ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δʼ ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. ἡδέως δʼ ἂν ἐροίμην τοὺς προσκειμένους αὐτῷ τί ποτʼ ἂν λέγειν ἠξίουν κατὰ τῶν ἀνδρῶν, ἢ τίνα γνώμην ἔχειν ἡμᾶς ἔπειθον, εἰ τοῦτʼ εἶχον δεικνύειν ὡς ἐν παντὶ δικαίῳ μετʼ οὐδεμιᾶς φαύλης προφάσεως Ἀθηναῖοι κατεψηφίσαντο αὐτῶν, ὁπότʼ αὐτὸς φάσκων αὐτοὺς παρανενομῆσθαι καὶ τοῖς ἵπποις τοῖς λακτίζουσιν ἀπεικάζων τοὺς καταψηφισαμένους ἰσχυρόν τι λέγειν κατʼ ἐκείνων οἴεται. ταχύ γʼ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετʼ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν. ἔπειθʼ ὡς οὐ κατʼ ἀρχὰς ταῦτʼ ἔδρων αὐτοὺς λέγει, ὥσπερ τὸν Κριτίαν καὶ τοὺς ἄλλους τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας, εὐθὺς ἐν ἀρχῇ ταῦτα ποιοῦντας, ἀλλʼ οὐ πολλοῖς ὕστερον χρόνοις κυρίττειν ἀρξαμένους ἢ παρʼ ἐκείνους ἐφοίτησαν. ἀλλʼ εἰ καὶ μὴ ἐποίουν ταῦτʼ ἐξ ἀρχῆς, εἶχόν γʼ ἐν τῇ

Intertext edge

Open linked passage

Note